1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

93

ἀναθεῖναι χρόνον. τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν καὶ τὰ κάλλιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ 10.4.21 ἀπαρνούμενος. ἀκοῦσαι δ' οὖν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπινομίδι, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος· «Τούτου δ' αἴτιος ὁ πρῶτος ταῦτα κατιδών, βάρβαρος ὤν. παλαιὸς γὰρ δὴ τόπος ἔθρεψε τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ' ἱκανῶς κέκτηται. ὅθεν καὶ πανταχόσε καὶ δεῦρο ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ.» 10.4.22 Καὶ ὑποβὰς ἑξῆς ἐπιλέγει· «Λάβωμεν δὴ ὡς ὅ τι περ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται.» 10.4.23 Ταῦτα ὁ Πλάτων. καὶ ∆ημόκριτος δὲ ἔτι πρότερον τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ δὲ τῶν κατ' ἐμαυτὸν ἀνθρώπων πλείστην γῆν ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γαίας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετ' ἀποδείξεως οὐδεὶς κἀμὲ παρήλλαξεν, οὔτε Αἰγυπτίων οἱ καλεόμενοι Ἁρπεδονάπται, οἷς ἐπὶ πᾶσιν ἐπ' ἔτεα ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην.» 10.4.24 Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Περσίδα καὶ Αἴγυπτον, 10.4.25 τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων· τί δ' εἴ σοι καταλέγοιμι Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι' ὧν ἀπελέγχεται ἡ παρ' Ἕλλησιπολιτεία τὸν μακρὸν αἰῶνα πτωχεύουσα καὶ γυμνὴ παντὸς μαθήματος ἀπολει10.4.26 φθεῖσα; ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ ἀφιδρύσεσι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν. 10.4.27 οὐδέ τι πρὸς ἀγαθῶν λόγων εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνεβάλλετο, ἀλλ' οὐδ' αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν αὐτοὺς τὸ παράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει· ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς 10.4.28 ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι. ἄλλα γὰρ παρ' ἄλλων ἀποματτόμενοι μαθήματα γεωμετρίαν μὲν παρ' Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων καὶ αὖ πάλιν ἕτερα παρ' ἑτέρων· οὐδὲν δὲ παρά τισιν 10.4.29 ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ' Ἑβραίοις ἀγαθὸν εὕραντο. τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μι10.4.30 κρὸν μὲν ὅσον ὁ λόγος προϊὼν ἐπιδείξει· τοσοῦτον δὲ ἐπὶ τοῦ παρόντος τοὺς ἐντυγχάνοντας ἐπισημαίνεται, ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας οἱ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μαθημάτων, καὶ οὐδὲ μόνων τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπι10.4.31 τηδευμάτων. ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ, εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ' Ἑβραίοις θεολογίαν καὶ τὴν ὡς ἂν 10.4.32 αὐτοὶ φαῖεν βάρβαρον τῆς Ἑλληνικῆς προτετιμηκέναι φιλοσοφίας. εἰ γοῦν ὀφθεῖεν αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων ἐσκευωρημένοι, μηδὲν δὲ μηδ' ὅλως παρὰ τῶν οἰκείων θεῶν εἰς φιλοσοφίαν ὠφελημένοι, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες, τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες, μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀναμὶξ τὴν