Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν

 Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν το

 ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκ

 Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπ

 ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς

 ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς

ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουράνιον ἡμῖν ἤγειρεν. Ἀλλ' ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; Ληνὸν ἐπάτησα μονώτατος. Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν;. Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· Ληνὸν ἐπάτησα μονώτατος. Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ' αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ' οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ' ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. Ληνόν, φησίν, ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος.

Λέγει γάρ που· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ληνὸν ἐπάτησα μονώτατος. Ἐμάκρυνας γάρ, φησίν, τοὺς γνωστούς μου ἀπ' ἐμοῦ καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ' αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέτρος 135καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ' αὐτοῦ. Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦμαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ' οὖν γε κατ' οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. Ληνὸν ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ τὰ ἑξῆς. Καὶ εὐθὺς ἐπάγει τὴν αἰτίαν τοῦ πατῆσαι τὴν ληνὸν καὶ τίνος ἕνεκεν ἐπάτησεν καί φησιν· Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς. Ἐμακροθύμησα, φησίν, τῷ διαβόλῳ πολὺν χρόνον, ἠνεσχόμην αὐτοῦ τυραννοῦντος, εἶδον μου τὸ ἔργον συντετριμμένον καὶ ἔφερον. Ἀλλ' ἐπειδὴ ἔφθασεν ἡ ἡμέρα τῆς ἀνταποδόσεως, ἐπειδὴ ἐπὶ τοῖς τοσούτοις ἁμαρτήμασιν τῶν ἐμῶν πλασμάτων ἵλεως γενέσθαι ηὐδόκησα, ἐπειδὴ ἠλέησα τὸν Ἀδὰμ ὑβρίσαντά με, ἐπέστη ὁ καιρὸς καὶ πάντας τοὺς δαίμονας ὡς βοτρύας συναγαγὼν εἰς ἓν μόνος αὐτῶν τὴν ληνὸν ἐπάτησα, καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Καὶ τί μετὰ ταῦτα ἡμέρα ἀνταποδόσεως ἦν; Πρὸς ταῦτα αἴνιγμα λαβοῦσαι αἱ οὐράνιοι δυνάμεις καὶ αἰσθόμεναι μυστηριωδῶς τίνα ἐστιν ἃ φθέγγεται πρὸς αὐτὰς ὁ δεσπότης, μᾶλλον δὲ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας φωταγωγηθεῖσαι πρὸς ταύτην τὴν ἀλήθειαν, ἀποκρίνονται πρὸς ταῦτα καὶ φασίν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Οἶδα γάρ, φασίν, τί ἔλεγεν ὁ Κύριος διὰ τῶν λοιπῶν προφητῶν, τί ἐπηγγείλατο τῷ Ἀδάμ· οἶδα τί ἔλεγεν τότε. Ἐπηγγείλατο ἔρχεσθαι ἐπὶ γῆς καὶ πάσχειν ὡς ἄνθρωπος τὰ ἀνθρώπων.

Ταῦτα ὁρῶμεν ὄψεσιν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Ταῦτα περὶ τῆς σήμερον Ἠσαΐας κράζει ὁ 136 προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτεραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ. Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετάσεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολλὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χριστὸν ἐκραύγαζον κατὰ τὸν ∆αβίδ· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ λέγουσιν· Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ταῦτα