Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν

 Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν το

 ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκ

 Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπ

 ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς

 ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς

ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς οὐκ εἶχεν εἶδος οὔτε κάλλος. Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελθὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πάθεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ 130 πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατημένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγελικαὶ δυνάμεις· ὡραῖος ἐν στολῇ βιαίᾳ.

Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγόρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπηκούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοίδορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύαρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανήγυριν εὐκαίρως ὑμῖν παρήγαγον. ∆έξασθε πειθανῶς καὶ προσδέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμπεριφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον. Τί οὖν φησιν ὁ προφήτης; Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;. Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀποκρίνεσθαι Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; ἀποκρίνεται ἐφεξῆς καὶ λέγει· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. ∆εδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε. 131 Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλήρωται· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ' ἡ τοῦ τυράννου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν πρόβατα. Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ Τίς οὗτος οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγγέλων χορὸς καί φησιν πρὸς αὐτόν· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. ∆ιὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ. Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξαμεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν.