Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν

 Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν το

 ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκ

 Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπ

 ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς

 ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς

Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν τούτῳ τὸ πρᾶον καὶ τὴν ἐξουσίαν καὶ τὸ ὑπὲρ ἡμῶν παθητικὸν καὶ πᾶσαν ὁμοῦ συνδεδεμένην εἰς ἓν θαῦμα τὴν οἰκονομίαν. Ῥαπίζεσθαι καὶ μαστιγοῦσθαι ἔμελλεν καί φησιν πάλιν ὁ αὐτός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Προσηλοῦσθαι ἔμελλεν ξύλῳ καὶ προανεφώνησεν διὰ τοῦ προφήτου ∆αβὶδ λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας. ∆ιψήσας ἔμελλεν πίνειν ὄξος καί φησιν διὰ τοῦ ∆αβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἀνιέναι ἔμελλε εἰς οὐρανοὺς ἐπὶ τὰ ἴδια, ἐπὶ τὰ πατρῷα, εἰ καὶ πάντα αὐτοῦ ἦν καὶ αὐτὸς πάντα πληροῖ. Πλὴν ἐπὶ τὴν αὐτῷ πρέπουσαν λῆξιν ἀνιὼν ἐπειδὴ ἔμελλεν καὶ ταύτην ὑπὲρ ἡμῶν ὑπομένειν τὴν μυσταγωγίαν, φησὶν διὰ Ἡσαΐου τοῦ προφήτου· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς μὴ εἰδότα, ἀλλ' ὡς εἰδότα.

Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπονθότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι' ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλθεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει. Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐδεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ μεμελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. Τίς, φασίν, ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰκόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις. 129 Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κάθοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύραννον. Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρείας, ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενίζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουργούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;. Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυρώσαμεν. ∆ιὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ. Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσχύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο.

Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ φησὶν ὁ προφήτης· Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν,