Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν

 Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν το

 ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκ

 Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπ

 ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς

 ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς

Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς 132 μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέπομεν, φησίν, θέλομεν ἐρωτᾶν· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;. Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνάμεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοιοῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι' ἀνθρώπου λαλοῦντα. Ἀλλ' ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν.

Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητικοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγκασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν. Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· Ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν 133 κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ' οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ' ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου. Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγγεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ ἰδίου προσώπου ὅταν λέγῃ. Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή.

Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν τό· Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς, ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προσώπου τοῦ προφήτου· Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἄρα οὐκ ἐν πνεύματι εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις ∆αβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προφήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;, νόησον διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;. Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· Ληνὸν ἐπάτησα μονώτατος. Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ 134 ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ ∆αβὶδ ψάλλει καὶ λέγει· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. Καὶ