μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανίσταται, τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ τε φημὶ καὶ μέντοι καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν· εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναθήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τὸ κρίνειν ἕκαστα καθ' ὃν ἂν αὐτὸς εἰδείη τρόπον, ἐνδοιάσει δὲ κατ' οὐδὲν ὡς ἔστιν ὅσιον ὅπερ ἂν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ' ἐξουσίας τὰ ἐφ' ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν πότερον καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν, ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ· οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; Ἀλλ' ἴσως καὶ πρός γε τοῦτό τινες ἐκεῖνό φασιν Εἰ κεραμέως δίκην καθ' ὃν ἂν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν εἰς τιμὴν ποιῆσαι σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν, πῶς οὐχ ἁπαστισοῦν ἀναπείσει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τε καὶ πάντως τοιοῦτον ἔχειν τὸν τρόπον καθ' ὃν καὶ πεποίηται; ὥστε ὁ μέν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο, πεποίηται δέ τις ἕτερος ἤγουν ἐξεγήγερται σκληρὸς, ἵνα ὡς αὐτός φησι διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ· ποία τοίνυν ἔτι τοῖς πταίουσιν ἡ γραφή; γεγόνασι γὰρ εἰς τοῦτο. Πρὸς δὴ τὰ τοιαῦτα φαίη τις ἂν, ὅτι μάλιστα μὲν οὐκ ἂν ἔχοιεν εἰπεῖν ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν· οὐ γὰρ ἔφη πεποιῆσθαί τινας ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη τιμῆς τε καὶ ἀτιμίας, οὐδὲ φύσιν αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν 230 ὅλως· ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονταί τινες οἷά περ σκεύη κεραμικὰ, ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν· καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ἡμῖν πεπαίδευται λόγων· τίνα οὖν ἄρα τρόπον διαπλάττονταί τινες, οἷά περ ἐκ κεραμέως, οἱ μὲν εἰς τιμὴν οἱ δὲ εἰς ἀτιμίαν καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τις ἂν τοῖς Ἱερεμίου λόγοις ἐντυχών· γέγραπται δὲ οὕτως "Ἀνάστηθι "καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ "τοὺς λόγους μου· καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, "καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ ἔπεσε τὸ "ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν "αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον "αὐτοῦ τοῦ ποιῆσαι· καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς "μὲ λέγων Εἰ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆ"σαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως "ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου· πέρας λαλήσω ἐπὶ ἔθνος ἢ "ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἐπιστρέψουσι τὸ "ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω "περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ "πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδο"μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι καὶ ποιήσουσι τὰ πονηρὰ "ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετα"νοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς." ὁρᾷς πῶς πλάττονταί τινες εἰς τιμήν τε καὶ ἀτιμίαν, οὐ φύσιν λαχόντες τὴν ὧδε πεποιημένην, ἀλλ' οἷς ἂν δράσειαν τὴν ἰσοπαλῆ καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζει τῶν ὅλων ὁ ποιητὴς τὸν ἐκ τρόπων ἀγαθῶν μεταφοιτῶντα πρὸς τὰ αἰσχίω, καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς 231 εἰπεῖν ὡς ἥκιστα μὲν φαῦλοι γεγόνασι κατὰ φύσιν τινὲς, ἤγουν διαπλάττονται δι' αὐτοῦ, σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας, ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠῤῥωστήκασι τὴν εἰς τὰ φαῦλα ῥοπήν; Ἀλλ'