ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου, ἀλλὰ 198 κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας· ἀνθ' ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παροτρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκενον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν· ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον· καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεταί τις ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν. Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. Εἰ γὰρ μὴ κέοιτο, φησὶν, ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν· κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου, καὶ ῥᾳθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός· μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος· ἐζηκέναι δέ φησιν ὁ μυσταγωγὸς χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν, τεθνάναι γεμὴν ἑαυτὸν διισχυρίζεται. Καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ' ἑαυτῷ τὸν λόγον· οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν αὐτόν· ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν· ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτὴρ λέγων Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ 199 εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἢ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωὴν, εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾑρημένος, ἥλω γραφῇ ἁμαρτίας καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥᾳθυμίαις ἐπιστυγνάσας, καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκράξεται λέγων Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον ἔμπνουν ἀποτελοῦντος, καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν ἐν ἡμῖν; οὐ γὰρ ἦμεν δίκαιοι, ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες· "οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις," καθά φησιν αὐτός. οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία, κατηρτίσθη δὲ ὁ θάνατος καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. καὶ τί τὸ ἐντεῦθεν; πέπρακταί τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ' ἡμῖν· εὕρηται γὰρ ἡ ἐντολή φησιν ἡ δοθεῖσα πρὸς ζωὴν, αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πως τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἂν εἶεν τὴν ὄψιν ἠῤῥωστηκότες, καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον, καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν, νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀῤῥωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ' αὐτοῦ· κατὰ τὸν ἴσον οἶμαι τρόπον πρόφασιν διδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολὴν, ἐξηπατῆσθαί τε δι' αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. φαίη δ' ἄν 200 τις καὶ ἑτέρως ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πως μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γενικώτερον ἀντεξάγουσι, καὶ τὸν νοῦν ἐσθ' ὅτε καταληΐζονται καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες, καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν.