κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι, τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ' οὐκ ἂν οἶμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο. οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν, εἴκουσι δὲ ὡς ἔφην ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γεμὴν ἀλκιμοτέροις ἐξ ἀνάγκης ἡττώμενοι καὶ οὐχ ἕκοντες δουλεύουσιν. ἀλλ' εἴπερ ἐστὶ τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν. ἀλλ' ἦν ἐπ' αὐτῷ, φησὶ, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν· ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις, κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασον ἡδονὴν, ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος· οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας· οὐκ ἂν ἐγκαλέσειέ τις δικαίως ὅτι μὴ δρᾷ τὸ ἀμεῖνον τὰ αἰσχίω μεθείς· κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἡνίας. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν 208 νόμον, οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα, οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ' ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί φησι παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει γεμὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν καὶ νοεῖται σύμβουλος, οὐ μὴν ἔτι καὶ λυτρωτής· δεῖ δὲ δὴ πάντως τοῖς ἀῤῥωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ διειδέναι μόνον ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν εὖ ἔχοι καὶ τῷ νόμῳ δοκῇ· καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν ἡ εἴδησις, ἀλλ' εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἂν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ ἀπόβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ' οὐδένα δὲ τρόπον τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ὅτι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἂν εἰκότως, τοῦ καὶ σοφοῦν ἰσχύοντος καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὡς ἔφην ἤδη, διψᾷ μὲν ὁ νοῦς τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλλακτιᾷ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον ὡς τῶν καλλίστων εἰσηγητήν· καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις, πολεμοῦντός τε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας· νόμον δὲ ἁμαρτίας εἶναί φησι τὸ ἔμφυτον κίνημα, καὶ ὅπερ ἂν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος, καθάπερ ἀμέλει καὶ νόμον ἔφη νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν αὐτοῦ ῥοπήν τε καὶ θέλησιν. 209 Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον καλεῖ διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν, καὶ ἵν' εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστὸν, ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν· δι' αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ θανάτου τῆς σαρκός· οὐκ ἀποθάνοντες, ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου, τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθερωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. Μακρὸς μὲν αὐτῷ ἐκπεποίηται λόγος, βασανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν