φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ, καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ' ἡγεῖτο σοφὸν μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω γεγονότων κατ' αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω, ἐννόει τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν πανάριστον ἀληθῶς διαζῶσι βίον, καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἂν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς· καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος "Οἱ τὰ "ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ "αἰσχύνῃ αὐτῶν." οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐκοῦν ἀκουέτωσαν "Ἐκνήψατε οἱ μεθύοντες "ἐξ οἴνου αὐτῶν·" ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἂν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηῤῥωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅ τι ποτὲ δρῶσιν εἰδεῖεν ἄν· νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται λέγων Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν, καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ, πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς, καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἂν εἰ 206 κότως Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ· ὡς πόσοι ποσάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν, καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν ἁμαρτίαν, κατηφείας γεμὴν μετὰ τοῦτο μεμέστωνται· τούτοις ἂν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθηνηκόσι τὸ φάναι δὴ πάλιν "Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ "οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία." Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶς ἀῤῥωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητής "Πόθεν πόλε"μοι ἐν ὑμῖν καὶ πόθεν μάχαι; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν "ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;" Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω. Τὸ γὰρ θέλειν φησὶ παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, παραδέχεται σοφῶς τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν 207 ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἂν ἔξω καὶ ἁμαρτίας· ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως, οὐκ αὐτοῦ δὴ μᾶλλον, ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃτοί φησιν Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἴποι δὲ ἄν τις Ἆρα εἴ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπονθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν