Commentarii in Lucam

 οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ἐν ὑφέσει τῇ

 βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ZU LK 9, 32φ Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ·

 δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που π

 κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν,

 τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν

 τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτε

 Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦν

 ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρω

 ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθή

 ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, του

 ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο π

 τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Πα

 ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλεί

ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο προῆλθε τῶν πραγμάτων τὸ πέρας, ἐξ αὐτῶν ἔστιν ἰδεῖν τῶν ἀποτελεσμάτων· ἦν μὲν γὰρ ὁ θεῖος Παῦλος βλάσφημος καὶ ὑβριστὴς καὶ διώκτης καὶ λύκου παντὸς ἀπηνέστερος τοῖς πιστεύουσιν εἰς Χριστόν, κέκληται δὲ παρὰ Χριστοῦ καὶ προβάτου γέγονεν ἡμερώτερος. 102 ZU LK 10, 4α Ὥστε οὐδὲ τὴν περὶ αὐτοῦ τοῦ σώματος ἐπέτρεπεν ἔχειν φροντίδα μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι συνεχώρησεν, ὅπου μηδὲ ἐφοδίων φροντίσαι μηδ' ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη τῷ σώματι περικειμένων, οἷον ὑποδήματα, ἀλλ' ἐπ' αὐτῷ πᾶσαν τίθεσθαι τὴν ἐλπίδα. ZU LK 10, 4β Οὐ γὰρ μόνον πήραν καὶ βαλάντιον ἐκώλυσεν ἐπιφέρεσθαι, ἀλλ' οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι ὁ μὴ ἄχρι τοῦ τῶν συντυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἐφέλκεσθαι, ὅπερ ἦν καὶ πάλαι λεγόμενον ὑπὸ τοῦ Ἐλισσαίου πρὸς τὸν ἀποσταλέντα εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῇ δαπανᾶν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν. ZU LK 10, 16 Ὢ μεγάλης εὐκλείας καὶ ἀπαραβλήτων ἀξιωμάτων, ὢ φιλοτιμίας θεοπρεποῦς· ἀνθρώπους ὄντας δόξῃ περιβέβληκε πρεπούσῃ θεῷ, τοὺς ἰδίους αὐτοῖς ἀνατίθησι λόγους ὥστε καὶ ὑποδίκους γενέσθαι τοὺς κατά τι γοῦν ὅλως ἀπειθοῦντας αὐ 103 τοῖς. αὐτῶν γὰρ ἀθετουμένων ἑαυτὸν τοῦτο πάσχειν ἰσχυρίζεται καὶ δι' ἑαυτοῦ τὰ τῆς δυσσεβείας ἐγκλήματα καὶ εἰς αὐτὸν ἀναφέρει τὸν πατέρα. καὶ καθ' ἕτερον δὲ τρόπον τῇ τῶν εἰρημένων παρὰ Χριστοῦ δυνάμει προσβαλεῖν δυνατόν. Ὁ ἀκούων γάρ, φησίν, ὑμῶν ἐμοῦ ἀκούει· δίδωσι τοῖς φιλομαθέσι θαρρεῖν, ὡς ὅπερ ἂν λέγοιτο περὶ αὐτοῦ παρὰ τῶν ἁγίων ἀποστόλων ἤγουν εὐαγγελιστῶν, τοῦτο πάντως προσίεσθαι· ὁ γὰρ αὐτῶν ἀκούων ἀκούει Χριστοῦ. καὶ γοῦν ὁ μακάριος Παῦλος· Εἰ δοκιμήν, φησί, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. καὶ μὴν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφη που μαθηταῖς· Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν· λαλεῖ γὰρ ἐν αὐτοῖς ὁ Χριστὸς διὰ τοῦ ὁμοουσίου πνεύματος. ἄφυκτος δὴ οὖν ἐπικρέμαται δίκη τοῖς ἀνοσίοις αἱρετικοῖς, οἳ τοὺς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἀθετοῦσι· λόγους. ZU LK 10, 17 Εἴρηται ὅτι ἀπέστειλεν αὐτοὺς τῇ τοῦ ἁγίου πνεύματος χάριτι λαμπροὺς ἀποφήνας, ἵνα μὴ ἀπιστῶνται πρός τινων ἢ αὐτόμολοί τινες εἶναι νομίζωνται πρὸς ἀποστολήν· ἑπομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας οὐδεὶς ἂν ἴσχυσε κατ' αὐτῶν συκοφαντίας τρόπος. μεμαρτύρηκε τοίνυν ἡ τοῦ πνεύματος χάρις τοῖς ἀπεσταλμένοις ὡς οὐκ αὐτόκλητοί τινες ἢ αὐτόμολοι ἦσαν πρός γε τὸ χρῆναι λαλεῖν τὰ περὶ Χριστοῦ, κεχειροτόνηνται δὲ μᾶλλον τῶν περὶ αὐτοῦ κηρυγμάτων ἱερουργοί. πλὴν ἔλαβον ἐξουσίαν καὶ <τοῦ> τοῖς πονηροῖς ἐπιπλήττειν πνεύμασι καὶ τοῦ δύνασθαι συντρίβειν τὸν σατανᾶν, οὐχ ἵνα μᾶλλον αὐτοὶ θαυμάζωνται, ἀλλ' ἵνα δι' αὐτῶν δοξάζηται Χριστὸς καὶ πιστεύηται παρὰ τῶν μυσταγωγουμένων ὅτι καὶ θεὸς καὶ υἱὸς θεοῦ κατὰ φύσιν ἐστὶ δόξῃ τε καὶ ἰσχύι καὶ ὑπεροχῇ τοσοῦτος, ὥστε καὶ ἑτέροις δύνασθαι 104 νέμειν τὸ ὑπὸ πόδας ἔχειν τὸν σατανᾶν. οἱ δὲ τῆς τοιαύτης ἠξιωμένοι χάριτος ὑπενόστησαν, φησί, χαίροντές τε καὶ λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου. ὁμολογοῦσι μὲν γὰρ τὴν ἐξουσίαν τοῦ τετιμηκότος, πλὴν ἐοίκασι χαίρειν, οὐχ ὅτι μᾶλλον γεγόνασι τῶν περὶ αὐτοῦ κηρυγμάτων διάκονοι καὶ ἠξίωνται γερῶν ἀποστολικῶν, ἀλλ' ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. ἦν δ' ἄμεινον ἐννοεῖν ὅτι δέδωκεν αὐτοῖς τὴν τοῦ δύνασθαι τερατουργεῖν ἐξουσίαν, οὐχ ἵνα θαυμάζωνται διὰ