Commentarii in Lucam

 οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ἐν ὑφέσει τῇ

 βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ZU LK 9, 32φ Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ·

 δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που π

 κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν,

 τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν

 τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτε

 Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦν

 ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρω

 ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθή

 ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, του

 ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο π

 τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Πα

 ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλεί

τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ τὸν ἐπ' αὐτῷ δὴ τούτῳ διαλογισμὸν ὥσπερ τινὰ ῥίζαν πικρίας ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, καὶ πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι ἐκ ῥίζης αὐτῆς ἀναβοθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾶται ῥαδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι καὶ οὐ μετρίως ἀναισχυντεῖ. πῶς οὖν ἄρα τὸ φιλόδοξον ἀποκείρει πάθος ὁ πνευμάτων ἰατρός; ἐπελάβετο παιδίου, φησί, καὶ ἔστησεν αὐτὸ παρ' ἑαυτῷ. ὠφελείας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις καὶ ἡμῖν δὲ τοῖς μετ' ἐκείνους· παραβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους οἵπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἄρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνό 89 θευτον τὴν καρδίαν καί ἐστιν ἐν ἁπλότητι λογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδε τῆς καθ' ὁτουοῦν ὑπεροχῆς τὸν τρόπον, ἀλλ' οὐδὲ φεύγει τὸ μειονεκτεῖσθαι δοκεῖν. εὐδίαν ἔχει πολλὴν εἰς νοῦν καὶ καρδίαν ὡς ἐξ ἁπλότητός τε καὶ ἀκακίας. καὶ γοῦν αὐτὸς ὁ σωτὴρ ἔφασκέ ποτε τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ ἅπασι τοῖς ἀγαπῶσιν αὐτόν· Ἀμήν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλεῖαν τοῦ θεοῦ. τί δὲ τὸ στραφῆναι καὶ τοῖς παιδίοις ἐξομοιωθῆναι, διασαφεῖ γράφων ὁ μακάριος Παῦλος· Μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. ποτὲ δὲ πάλιν προσαγουσῶν αὐτῷ βρέφη γυναικῶν, εἶτα κωλυόντων τῶν μαθητῶν ἔφη· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. τοὺς ὄντας τοιούτους προσίεται καὶ ἀγαπᾷ καὶ οἷον ἐγγὺς ἔχειν ἀξιοῖ ὡς τὰ αὐτοῦ φρονεῖν ἑλομένους· ἔφη γὰρ ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ZU LK 9, 48 Εἶτά φησιν· Ὃς ἂν δέξηται τὸ παιδίον τοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθός, κἂν εἴτε μικρὸς εἴη τυχὸν ἢ γοῦν ἐν ὑπερκειμένῃ τιμῇ τε καὶ δόξῃ Χριστὸν γὰρ ὑποδέχεται καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν πατέρα , πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν καὶ τὸ προὔχειν ἑτέρων ἐπιζητεῖν; διατρανοῖ δὲ καὶ ἔτι μειζόνως τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν καί φησιν· Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας, τὸν μετριό 90 φρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι' εὐλάβειαν. γέγραπται γὰρ ὅτι Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ZU LK 9, 49φ Ἆρα φθόνου κέντρον τοὺς ἁγίους ἔτυψε μαθητάς; ἆρα τοῖς εὐδοκιμοῦσι βασκαίνουσι; κωλύεις, εἰπέ μοι, τὸν ἐν ὀνόματι Χριστοῦ συντρίβοντα πονηρὰ δαιμόνια; καίτοι πῶς οὐκ ἔδει μᾶλλον ἐννοεῖν ὡς οὐκ αὐτὸς ἐκεῖνος ἦν ὁ τῶν παραδόξων ἐργάτης, ἀλλ' ἡ ἐν αὐτῷ χάρις ἀποπεραίνουσα τὸ παράδοξον ἐν δυνάμει δηλονότι Χριστοῦ; πῶς οὖν ἄρα κωλύεις τὸν ἐν Χριστῷ διαπρέποντα; Ναί, φησίν· οὐ γὰρ ἀκολουθεῖ μεθ' ἡμῶν. τί γάρ, εἰ μὴ γέγονεν ἐναρίθμιος τοῖς ἁγίοις ἀποστόλοις ὁ τῇ παρὰ Χριστοῦ χάριτι στεφανούμενος; πλεῖσται τῶν παρὰ Χριστοῦ χαρισμάτων εἰσὶν αἱ διαφοραί. καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Παῦλος ὅτι Ὧι μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων. τί οὖν ἐστι τὸ Οὐ περιπατεῖ μεθ' ἡμῶν; δέδωκε τοῖς ἁγίοις ἀποστόλοις ἐξουσίαν ὁ σωτὴρ κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· καὶ δὴ καὶ ἐνηργήκασιν. ὑπέστρεψαν γοῦν χαίροντες καὶ λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν