Commentarii in Lucam

 οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ἐν ὑφέσει τῇ

 βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ZU LK 9, 32φ Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ·

 δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που π

 κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν,

 τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν

 τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτε

 Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦν

 ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρω

 ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθή

 ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, του

 ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο π

 τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Πα

 ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλεί

δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που πάντως καὶ διεστραμμένος. τοῖς οὕτως ἔχουσι γνώμης καὶ εἰς τοῦτο πεσοῦσιν ἀνοσιότητος οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ' εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν ὀλιγορεῖ καὶ ἀκηδιᾷ ὡσανεὶ διὰ τὴν κακίαν βαρούμενος τὴν 84 μετ' αὐτῶν διατριβήν. καὶ τοῦτο διδάξει λέγων· Ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευμάτων πονηρῶν τοὺς διὰ τῶν αὐτοῦ νευμάτων ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ καὶ οὐχὶ τῶν λαβόντων αὐτήν. ὅτι γὰρ Χριστὸς ἦν ὁ ἐνεργῶν ἐν αὐτοῖς, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν. καὶ γοῦν τεθεράπευται μὲν ὁ ἐπὶ τῇ ὡραίᾳ πύλῃ χωλός, ἀνετίθει δὲ Πέτρος Χριστῷ τὸ παράδοξον τοῖς Ἰουδαίοις προσλαλῶν ὡς ἐν ταῖς Πράξεσι γέγραπται. προσπεφώνηκε δέ που πάλιν ἑνὶ τῶν παρ' αὐτοῦ τεθεραπευμένων· Αἰνέα, ἰᾶταί σε ὁ Χριστός. πανταχόθεν τοίνυν ἐστὶν ἐναργὲς ὅτι τῆς αὐτοῦ δυνάμεως κατηγόρησεν ἀνοσίως ὁ περὶ τῶν ἁγίων ἀποστόλων εἰπὼν ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. καὶ καθ' ἕτερον δὲ τρόπον ἀγανακτεῖ Χριστὸς συκοφαντουμένων ἁγίων, οἳ καὶ τὸν τῶν ἱερῶν κηρυγμάτων ἐθαρρήθησαν λόγον καὶ μυσταγωγοὶ τέθεινται τῆς ὑπ' οὐρανὸν τῇ παρ' αὐτοῦ χάριτι μαρτυρούμενοι ὅτι τε εἶεν αὐτοῦ μαθηταὶ καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐναπαστράπτουσι φῶς τοῖς ἁπανταχοῦ ταῖς παρ' αὐτῶν διδασκαλίαις ἑπομένης χρησίμως καὶ τῆς παραδόξου μεγαλουργίας. ZU LK 9, 42 Ἄμεινον δὲ οἶμαι κατὰ τὴν πρώτην ἀπόδοσιν ἄπιστον νοεῖν τὸν τοῦ δαιμονῶντος πατέρα. διὸ καὶ ἔδει λυπούμενον ἀπελθεῖν. ἀλλ' ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν 85 πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ νεανίας ἀπηλλάττετο. ZU LK 9, 42φ Καλῶς εἴρηκεν ὅτι Ἀπέδωκεν αὐτὸν τῷ πατρί· οὐ γὰρ ἦν ἔτι τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος ἐπειδὴ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρός· Χριστοῦ δὲ τὸ δῶρον, ὃς καὶ τοῖς ἁγίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τοῦ δύνασθαι κατορθοῦν τὰς θεοσημείας καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἐπιτιμᾶν. ἐκπλήττεσθαι δέ φησιν τοὺς ὄχλους ὁ μακάριος εὐαγγελιστὴς ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. ZU LK 9, 43φ Πάντα ἃ ὁ Ἰησοῦς ἐποίει, θαυμασμοῦ ἄξια παρὰ πᾶσιν ἦν. ἐπέλαμπε γάρ τι ἐξαίρετον καὶ θεῖον πάσῃ τῇ ἐνεργείᾳ αὐτοῦ, ὡς ἀληθεύειν τὴν λέγουσαν γραφήν· ∆όξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. εἰ καὶ πάντες μέντοιγε ἐθαύμαζον ἐπὶ πᾶσιν οἷς ἐποίει ὁ Ἰησοῦς, ἀλλ' αὐτὸς τὰ ἐπιφερόμενα τούτοις οὐκ εἶπε πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὅτι Εἰ καὶ τοιαῦτά ἐστιν ἃ ποιῶ πάντα, ὡς πάντας ἐπ' αὐτοῖς θαυμάζειν, ἀλλὰ κατανοήσατε, εἰς ὅσον ἐμαυτὸν ταπεινοῦν μέλλω ὑπὲρ πάντων παραδιδόμενος, ἵνα ἄρω τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵν' οὖν εἰδεῖεν ἀκριβῶς τὸ περὶ αὐτοῦ μυστήριον οἱ τῆς οἰκουμένης μυσταγωγοί, χρησίμως καὶ ἀναγκαίως ποιεῖται τὴν προαγόρευσιν καί φησι· Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν 86 τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. καὶ ποία τίς ἐστιν ἡ πρόφασις ἡ ταῦτα εἰπεῖν παρασκευάσασα Χριστόν, ἀναγκαῖον ὡς οἶμαι λέγειν. οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἀπὸ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς