Commentarii in Lucam

 οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ἐν ὑφέσει τῇ

 βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ZU LK 9, 32φ Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ·

 δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που π

 κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν,

 τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν

 τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτε

 Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦν

 ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρω

 ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθή

 ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, του

 ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο π

 τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Πα

 ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλεί

ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ' ἐπανορθῶν, ἵνα ἑαυτοῦ γένηται βελτίων. διὰ τοῦτό φησιν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ ἑξῆς. ZU LK 9, 58 Καὶ ἡ μὲν ἁπλουστέρα καὶ πρόχειρος τῶν εἰρημένων διάνοια τοιαύτη τίς ἐστιν ὅτι Καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καταδύσεις ἔχουσι καὶ καταλύματα, ἐγὼ δὲ τὰς παρὰ πολλῶν ὀχλήσεις οὔπω δύναμαι διαφυγεῖν· οὐ γὰρ ἔχω ποῦ καταλύσω καὶ ἀναπαύσομαι καὶ ἀνακλίνω τὴν κεφαλήν. ἥ γε μὴν ἔσω κεκρυμμένη τε δήλωσις διὰ βαθυτέρων ἐννοιῶν ἔρχεται. ἔοικε γὰρ ἀλωπεκάς τε καὶ οὐρανοῦ πετεινὰ τὰς πονηράς τε καὶ πανούργους καὶ ἀντικειμένας δυνάμεις καλεῖν ἤτοι τὰς τῶν δαιμόνων ἀγέλας· κέκληνται γὰρ οὕτω πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς. ὁ μὲν γὰρ μακάριος ψαλμῳδὸς ἔφη περί τινων· Μερίδες ἀλωπέκων ἔσονται. ἐν δὲ τῷ ᾄσματι τῶν ᾀσμάτων γέγραπται· Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας ὡς τῶν μεγάλων δηλαδὴ διαπεφευγότων. καὶ αὐτὸς δέ που Χριστὸς περὶ Ἡρώδου φησίν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ. ἔφη δέ που καὶ περὶ τῶν καταβληθέντων ἐν τῇ γῇ σπερμάτων ὅτι Ἦλθον τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγον αὐτά. 96 καὶ οὐκ ἤδη που φαμὲν περὶ πτηνῶν αἰσθητῶν καὶ ὁρατῶν ταῦτα λέγειν αὐτόν, περὶ πνευμάτων δὲ μᾶλλον ἀκαθάρτων καὶ πονηρῶν. ὅταν τοίνυν ἀλώπεκές τε καὶ πετεινὰ φωλεούς τε καὶ καταλύσεις ἔχωσιν ἐν ἡμῖν, πῶς ἔλθῃ Χριστός; ποῦ δὲ ἀναπαύσεται; τίς κοινωνία φωτὶ πρὸς σκότος; καταλύει μὲν γὰρ ἐν τοῖς ἀγαπῶσιν αὐτόν, παραιτεῖται δὲ τὸν βέβηλον. ZU LK 9, 59φ Ἕτερος δὲ οὐκ αὐτόμολος κατὰ τοῦτον ἔρχεται μαθητὴς οὐδὲ θρασὺς εἰς ἐπαγγελίας τὰς ἐπί γε τοιούτῳ πράγματι, κέκληται δὲ μᾶλλον παρὰ Χριστοῦ πρὸς ἀποστολὴν οὐκ ἀνεπιτηδείως ἔχων πρὸς τοῦτο· ψήφῳ γὰρ θείᾳ τετίμηται. πλὴν οὔπω σαφῶς ἠπίστατο, τίνα τρόπον ἁρμόσασθαι χρὴ τῷ τοιῷδε πράγματι. ἦν μὲν γὰρ ἴσως αὐτῷ πατὴρ τῷ γήρᾳ κατηχθισμένος, ἐδόκει δὲ λίαν εὐσεβεῖν τὴν ὀφειλομένην αὐτῷ φειδῶ καὶ ἀγάπην τηρεῖν προθυμούμενος. ᾔδει γάρ που πάντως τοῖς τοῦ νόμου ῥήμασιν ἐντυχὼν ὡς ἐμέλησε καὶ τούτου τῷ ἐπὶ πάντας θεῷ· ἔφη γάρ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ πρὸς λειτουργίαν ἐκλήθη τὴν ἱεράν τε καὶ εὐαγγελικήν τοῦτο γὰρ ἐδήλου τὸ Ἀκολούθει μοι παρὰ Χριστοῦ πρὸς αὐτὸν εἰρημένον , ἀνθρωπίνῳ συνηρπάζετο λογισμῷ καὶ ἀναβολὴν ἐζήτει καιροῦ τῇ τοῦ τεκόντος γηροκομίᾳ διαρκέσαι δυναμένου. καὶ οὐ δήπου φαμὲν ὡς κείμενον ἤδη καὶ τελευτήσαντα τὸν πατέρα θάπτειν ἠξίου· οὐ γὰρ ἂν ἐκώλυσε τοῦτο δρᾶν ἐθέλοντα Χριστός. ἀλλὰ τὸ θάψαι φησὶν ἀντὶ τοῦ γηροκωμῆσαι ἄχρι ταφῆς. τί οὖν πρὸς αὐτὸν ὁ σωτήρ; Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ· ἦσαν μὲν γάρ που καὶ ἕτεροι κηδεμόνες καὶ κατὰ γένος οἰκεῖοι τοῦ πατρός, ἀλλ', ὥς γε οἶμαι, νεκροὶ διὰ τὸ μήπω πιστεῦσαι Χριστῷ καὶ τὴν διὰ τοῦ ἁγίου πνεύματος 97 ἀναγέννησιν εἰς ζωὴν τὴν ἀκήρατον ἰσχῦσαι λαβεῖν. ἐκεῖνοι, φησί, τοὺς ἑαυτῶν θαπτέτωσαν νεκρούς, νεκρὸν ἔχοντες καὶ αὐτοὶ τὸν νοῦν, οὔπω δὲ γεγενημένοι τοῖς τὴν ἐν Χριστῷ ζωὴν ἔχουσιν ἐναρίθμιοι. πλὴν ἐντεῦθεν ἔστι μαθεῖν ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς καὶ ἀγάπης προτάττεσθαι χρὴ τὴν εἰς θεὸν εὐσέβειαν. καὶ γοῦν ὁ Μωυσέως νόμος πρῶτον εἰπὼν· Ἀγαπήσεις κύριον τὸν θεόν σου, δεύτερον ἐτίθει τὴν εἰς γονέας αἰδῶ λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. φέρε γὰρ ἐκεῖνο καθ' ἑαυτοὺς ἐρευνήσωμεν, ὁποία τίς ἐστιν ἡ πρόφασις, δι' ἣν ἐσπουδασμένην πεποιήμεθα τὴν εἰς γονέας τιμὴν καὶ ἀγάπην. ὅτι δι' αὐτῶν ἐγεννήθημεν, πάντως φαίη τις ἄν. ἀλλ' ὅ γε τῶν ὅλων θεὸς οὐκ ὄντας