Sermo pro iis qui saeculo renuntiarunt

 μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ

 ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ π

 Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι

 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς

Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς καιρός ἐστι τοῦ θερισμοῦ. Μακάριός ἐστιν ἐκεῖνος ὁ σώσας τὸν καρπὸν αὐτοῦ· συνάξουσιν αὐτὸν οἱ ἄγγελοι εἰς τὴν αἰώνιον ἀποθήκην. Οὐαὶ δὲ τοῖς ὁμοίοις μου, τουτέστι τοῖς ζιζανίοις, ὅτι τὸ πῦρ αὐτοὺς κληρονομήσει. Φύγωμεν οὖν, ὦ ἀδελφοὶ, τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, ὅπερ κληρονομήσωμεν τὰ ἀγαθὰ ἐκεῖνα, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τὸ λοιπὸν, ὦ ἀδελφοὶ, ἐν τούτοις στῆτε, ταῦτα μελετᾶτε, καὶ μὴ ἀμελήσητε, ὅπερ ἀξιώσῃ ὑμᾶς Κύριος τηρῆσαι τὴν ἐντολὴν ταύτην ἡμέρας καὶ νυκτὸς, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. Ὅστις ἀναγινώσκει τὰς ἐντολὰς ταύτας, ἢ ἀκούει, καὶ μὴ ποιεῖ αὐτὰς, πεπλήρωται ἐν αὐτῷ ὁ σπόρος ὁ πεσὼν εἰς τὴν πέτραν, καὶ διὰ τὸ μὴ ἔχειν γῆν, παραχρῆμα ἐξηράνθη. Ὁ δὲ ἀναγινώσκων καὶ ποιῶν ἐστιν ὁ σπόρος ὁ πεσὼν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ ἐκαρποφόρησεν ἓν λʹ, καὶ ἓν ξʹ, καὶ ἓν ρʹ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.

5