Sermo pro iis qui saeculo renuntiarunt

 μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ

 ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ π

 Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι

 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς

μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ πολλῶν, δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ βουλόμενος σωθῆναι σχολάσει τῷ Θεῷ, καὶ καταπατήσει τὰ πάθη. Τὸ φροντίσαι ἐν γνώ σει ἐκδιώκει τὰ πάθη· γέγραπται γάρ· «Φροντὶς ἐπελεύσεται ἐπ' ἄνδρα σοφόν.» Ὥσπερ ἡ ἀκηδία βοή θειά ἐστι τῶν παθῶν, οὕτω καὶ ἡ μακροθυμία δύ ναμίς ἐστι τῶν ἀρετῶν. Τὸ μὴ κρίνειν ἄνθρωπον τεῖ χός ἐστιν ἀντίτητον· τὸ δὲ ψέξαι ἢ καταλαλῆσαι ἀπώλειαν τῇ ψυχῇ κατεργάζεται. Τὸ κρατῆσαι τῆς γλώττης δηλοποιεῖται, ὅτι πρακτικός ἐστι μὲν ταῖς ἀρεταῖς· ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης σημαίνει, ὅτι οὐ κέκτηται ἀρετὴν ἔνδοθεν. Ἡ ἐν γνώσει ἐλεημοσύνη τίκτει τὸ προορᾷν, καὶ ὁδηγεῖ εἰς τὴν ἀγάπην· ἡ δὲ ἀνελεημοσύνη τίκτει τὴν ἀπανθρωπίαν. Μήτηρ ἀρετῶν ἐστιν ἡ συμπάθεια· πλήρωμα δὲ κακῶν ἡ ἀνυποταξία. Ἡ ἀγαθότης τίκτει τὴν ἁγνείαν· ἡ δὲ ὀξυχο λία τίκτει τὰ πάθη. Ἡ σκληροκαρδία τίκτει τὴν ὀργήν· ἡ δὲ ἀκηδία τίκτει τὴν ἔνδειαν. Κόρος ὕπνου ταραχὴ παθῶν· σωτηρία δὲ ψυχῆς ἀγρυπνία ἔμμετρος. Ὕπνος ἐν κόρῳ πλῆθος φαντασιῶν· ἄνθος δὲ τοῦ νοῦ, ἀγρυπνία ἐν προσευχῇ. Πολὺς ὕπνος παχύνει καρδίαν, ἀγρυπνία δὲ λεπτύνει αὐτήν· ἀγρυπνίαν δὲ λέγω τὴν κατὰ Θεὸν γινομένην ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς. Ἀγαθὸς γὰρ ὕπνος ἐν σιωπῇ τῶν ἀγρυπνούντων ἐν ματαιολογίᾳ. Τὸ πένθος ἐκδιώκει τὰ πάθη, τὸ δὲ γέλως χω ρίζει ἀπὸ Θεοῦ. Τὸ μὴ πλῆξαι ἄνθρωπον τίκτει τα πείνωσις· ἡ δὲ δόξα τῶν ἀνθρώπων τίκτει τὴν ὑπερ 28.1413 ηφανίαν. Ἡ ἀοργησία τίκτει τὴν πραότητα· ἡ δὲ μνησικακία τίκτει τὴν ἀπώλειαν. Τὸ ἀγαπᾷν τὸν πλατυσμὸν ἐκδιώκει τὰς ἀρετάς· ἡ δὲ στενοχωρία ταπεινοῖ τὰ πάθη. Ἡ ἐπιθυμία τῶν ἐδεσμάτων δι άγει εἰς τὰ πάθη· ἡ δὲ ἐγκράτεια ἐκδιώκει αὐτά. Κό σμησις σώματος, ψυχῆς καταστροφή· τῆξις δὲ σώμα τος, ἀνακαινισμὸς ψυχῆς. Περιφρόνησις σώματος, σω τηρία ψυχῆς· ἐπιμέλεια δὲ σώματος, παγὶς τῇ ψυχῇ. Τῆξις δὲ σώματος φωτισμὸς ψυχῆς. Τὸ προσέχειν τὸν νοῦν ἄνω πάντοτε, τίκτει τὴν ἀγάπην τὴν πρὸς Θεόν· ἡ δὲ μέριμνα τοῦ βίου ἐκδιώκει τὰς ἀρετάς. Τὸ φυλά ξαι τὸ στόμα, διεγείρει τὴν διάνοιαν πρὸς τὸν Θεόν· ἡ δὲ πολυλογία τίκτει τὴν ἀκηδίαν καὶ τὴν μανίαν. Τὸ ποιῆσαι τὸ θέλημα τοῦ πλησίον, σημαίνει ὁ νοῦς βλέπειν τὰς ἀρετάς· τὸ δὲ ποιῆσαι τὸ ἴδιον θέλημα, σημαίνει τὴν ἄγνοιαν. Ἡ μελέτη ἐν φόβῳ, φυ λάσσει τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ· τὸ δὲ λαλεῖν τοὺς κοσμικοὺς λόγους σκοτίζει τὴν ψυχήν. Τὸ ἀγαπᾷν τὴν ὕλην τοῦ κόσμου, χωρίζει ἀπὸ τοῦ Θεοῦ τὸν νοῦν· ἡ δὲ ἀκτημοσύνη παῤῥησίᾳ βλέπει τῷ Θεῷ. Τὸ μὴ ἐξάξαι τοὺς λογισμοὺς δηλοποιεῖται, ὅτι ἐκζητεῖ τὴν δόξαν τοῦ κόσμου τούτου τὴν αἰσχρὰν καὶ ματαίαν· τὸ δὲ γνωρίσαι αὐτὰ πνευματικοῖς πατράσιν, ἐκδιώ κει αὐτά. Ὥσπερ ὁ ἰὸς βιβρώσκεται ὁ μοναχὸς ὑπὸ τὴν δόξαν τῶν ἀνθρώπων, ἐὰν ἡ καρδία αὐτοῦ συμ πεισθῇ αὐτῷ. Ὥσπερ σκώληξ, ἤτοι σμίλαξ, συμπλακεὶς τῇ ἀμπέλῳ, ἀφανίζει τὸν καρπὸν αὐτῆς· οὕτως ἀφανίζει κενοδοξία τὸν καρπὸν τοῦ μοναχοῦ, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῇ. Πρὸ πάντων τῶν ἀρετῶν ἐστιν ἡ ταπεινοφροσύνη· πρὸ δὲ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία. Τέλος ἀρετῶν, ἀγάπη· πλήρωμα δὲ κακῶν, τὸ ἑαυτὸν λογίσασθαι εἶναι δίκαιον. Ὥσπερ σκώληξ κατεσθίων ξύλον ἀφανίζει αὐτὸ, οὕτως ἀφανίζει μνησικακία τὴν ψυχὴν τοῦ μοναχοῦ. Τὸ παραῤῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, τίκτει τὸ ὑπο φέρειν ὕβριν ἀταράχως· τὸ δὲ μὴ ἐξουθενεῖν ἑαυτὸν, τίκτει τὴν ὑπερηφανίαν. Μὴ ἔσο πεποιθὼς ἐπὶ τῇ σῇ δυνάμει, καὶ ἡ βοήθεια τοῦ Θεοῦ παροικήσει σοι. Μὴ ἔχε ἔχθραν μετά τινος, ἐπεὶ ἀπρόσδεκτός ἐστιν ἡ προσ ευχή σου. Ἀλήθειαν ἀγάπα· τῆς γὰρ ψευδόμενος ἀθετεῖ τὸν καλόν. Φύλαξον τοὺς

2