Sermo pro iis qui saeculo renuntiarunt

 μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ

 ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ π

 Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι

 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς

Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπελεύσεται ὑμῖν ἄφνω ἡ ὥρα. Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Μὴ κτήσητε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας· μηδὲ δειμάσητε ἀπὸ ἀποκτεινόντων τὸ σῶμα. Εἶδον γὰρ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐ μὴ ἀδικήσωσιν ὑμᾶς. Καὶ οὐκ αὐτοῖς ἀποστόλοις μόνον τοῦτο δέδωκεν ὁ Κύριος, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις σωθῆναι καὶ ἀκολουθῆσαι τοῖς προστάγμασιν αὐτοῦ. Καὶ βλέπε, ὁ ἀντιλέγων, τὰς μυριάδας τῶν ἁγίων. Ἔδωκε γὰρ ἡμῖν τὴν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν τῶν οὐρανῶν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἕξετε βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ποιησάντων δὲ τῶν ἁγίων μαθητῶν αὐτοῦ καὶ ταύτην τὴν ἐντολὴν, εἴρηκε πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» «Ὁ» γὰρ «ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· κἀγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Ὑποδεικνύων δὲ ἡμᾶς γενναίως ὑποφέρειν τοὺς πειρασμοὺς καὶ τὰ παλαίσματα, εἴρηκεν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἀλλὰ «θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Ὑμεῖς δέ ἐστε οἱ δι' ἐμὲ μεμενηκότες ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητέ τε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ταῦτα δὲ οὐ πᾶσι λέγει, ἀλλὰ τοῖς ὑπομένουσι τοῖς πειρασμοῖς, καὶ ταῖς θλίψεσιν ἐν μακροθυμίᾳ. Ἀπερχόμενος ἐπὶ τὸ ἅγιον πάθος τοῦ σταυροῦ ὁ Κύριος, οὕτως ἔφη· Ὁ θέλων ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης μου, συμπορεύσαι μετ' ἐμοῦ ἐπὶ τὸν σταυρόν· τουτέστι νεκρωθήτω καὶ αὐτὸς τῷ κόσμῳ, ὡς ἐγὼ, διὰ τῆς τῶν ἐντολῶν μου πράξεως. Ἀκούσας δὲ ὁ ἀπόστολος Παῦλος, καὶ ἐκκόψας αὐτοῦ πάντα τῆς σαρκὸς φρονήματα, ἐτόλμα λέγειν· «Χριστῷ συσταυροῦμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ γὰρ ἐφ' ὅσον σαρκικὰ περιπατῶμεν, νεκροί ἐσμεν ταῖς ἁμαρτίαις. Φησὶ γάρ· «Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ εἰ συναποθάνομεν, καὶ συζήσομεν. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Τίς οὖν ἐστιν ὁ ἀρνούμενος ἢ ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς περιπατῶν; Οὗτος γάρ ἐστιν ὁ ἐνυβρίζων τῷ βαπτίσματι. Καὶ τίς ἐστιν ὁ μὴ ἐνυβρίσας ἐξ ἡμῶν τὸ βάπτισμα διὰ τὰ τοῦ πονηροῦ ποικίλα μηχανήματα; Ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἔδω 28.1420 κεν ἡμῖν τὴν μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς. Εἰ μὴ γὰρ ἦν μετάνοια, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ὥς φησιν ὁ Κύριος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ χαίρει ὁ Θεὸς ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, ὡς ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Σπουδάσωμεν, ἀδελφοὶ, μετανοῆσαι, ἕως ἐσμὲν ἐν τῷ σώματι, κλαύσωμεν, καὶ πλύνωμεν τὰ τῆς καρδίας κρυπτὰ τραύματα. Μέλλει γὰρ φανεροῦσθαι τὰ ἐν ἡμῖν πεπραγμένα δεινὰ ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου. Ἤγγικε γὰρ ὁ Κύριος, καὶ ἔρχεται ἐπὶ θρόνου δόξης ἁγίου αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἕκαστος φανεροῦται ἐκ τῆς ἰδίας λαμπάδος· ὅστις δὲ οὐ κέκτηται ἔλαιον, σβεσθήσεται αὐτοῦ ἡ λάμπας· κἀκεῖνος πορευθῇ ἐν τῷ ἐξωτέρῳ σκότει. Σπουδάσωμεν οὖν, ἀδελφοὶ, καὶ πλήσωμεν τὰ ἀγγεῖα ἡμῶν ἐλαίου, ἵνα μὴ ῥιφῶμεν ἐν τῷ σκότει καὶ αἰωνίῳ πυρί. Τὸ γὰρ ἀγγεῖόν ἐστιν ἡ μετάνοια· τὸ δὲ ἔλαιον τῶν ἀρετῶν ἡ πρᾶξις· ἡ δὲ φωτεινὴ λαμπὰς ὑπάρχει ἡ ἁγία ψυχή.

4