Sermo pro iis qui saeculo renuntiarunt

 μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φα νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ

 ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ π

 Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι

 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς

ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ πάντα πονηρὸν σπόρον. Φεύξου ἀπὸ καταλαλιᾶς τοῦ πονηροτάτου δαίμονος, καὶ εἰρήνευε μετὰ πάντων, ἵνα παῤῥησιάσῃ εὐχόμενος. Μὴ ἐπιποθῇς ἀκοῦσαι βλάβην λύπης παντὸς ἀνθρώπου, ἵνα μὴ ἀνταποδώσεις αὐτὸν ἐν τῇ καρδίᾳ σου. Ἐργά ζου ἐν τῷ ἐργοχείρῳ σου, ἵνα εὕρῃ πτωχὸς σὸν ἄρτον· ἡ γὰρ ἀργία θάνατός ἐστι τῇ ψυχῇ. Τὸ συνεχῶς προσεύχεσθαι λυτροῦται τὴν ψυχὴν ἀπὸ παντὸς κα κοῦ. Τὸ δὲ καταμικραμελῆσαι, οἰκητήριον τῶν δαι μόνων ἀποκαθίσταται. Καθήμενος ἐν τῷ κελλίῳ σου τῶν ποτε τούτων φρόντιζε συνεχῶς· τῆς εὐχῆς, καὶ τῆς μελετῆς, καὶ τοῦ ἐργοχείρου. Καθ' ἑκάστην ἡμέραν μνημόνευε, ποῦ εἶς, καὶ τί ἐργάζῃ, καὶ ὅταν μεταστῇς, ποῦ ἔχεις ἀπελθεῖν, καὶ πρόσεχε σεαυτῷ. Ἐὰν ὁ λογισμός σου ὕζει σε, ὅτι ἔχει τις κατὰ σοῦ, 28.1416 μὴ καταφρονήσῃς αὐτῷ, ἀλλὰ βάλε αὐτῷ μετά νοιαν. Βλέπε μὴ καταφρονήσῃς ἑκάστῃ ὥρᾳ τὰς λει τουργίας σου ἐπιτελεῖν· αὐτὰ γὰρ φέρουσι τὸν φωτι σμὸν ἐν τῇ ψυχῇ. Εἰ ἀγαθὰ ἐποίησας, μὴ κατακαυ χῶ· εἰ δὲ πολλὰ ἐποίησας κακὰ, μὴ ἀμέτρως λυπη θῇς, ἀλλὰ στῆθι, μηκέτι αὐτὰ πράξεις, καὶ σωθήσῃ. Ἐὰν ὀχλήσῃ πορνείας λογισμὸς, εὐχὴν ἀδιάλειπτον θῦσον τῷ Θεῷ, καὶ ἀναπαύσει σοι. Ἐὰν ὁ ζῆλος καὶ ὁ φθόνος πολεμῇ τὴν καρδίαν σου, μνήσθησο, ὅτι μέλη Χριστοῦ ἐσμεν πάντες, καὶ ὅτι ἡ τιμὴ, καὶ τὸ ὄνειδος τοῦ πλησίον πάντων ἡμῶν ἐστι, καὶ φεύξεται ἀπὸ σοῦ. Ταῦτα δὲ πάντα συνάγουσα ἡ διάκρισις καὶ ἀναλογιζομένη, τὰς μὲν ἀρετὰς περιπύσεται, τὰ δὲ πονηρὰ ἐκποδὼν ποιεῖται. Ἀδύνατον δὲ ἐλθεῖν σοι τὴν διάκρισιν, ἐὰν μὴ πρῶτον τὰς ἀρετὰς αὐτῆς ἐπι τελέσῃς, πρὸ πάντων δὲ τὴν ἡσυχίαν. Ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν· ἡ ἄσκησις τίκτει τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν· ὁ κλαυθμὸς τίκτει τὸν φόβον· ὁ φόβος τίκτει τὴν ταπείνωσιν ἡ ταπείνωσις τίκτει τὸ προορᾷν· τὸ προορᾷν τίκτει τὴν ἀγάπην· ἡ ἀγάπη τίκτει τῇ ψυχῇ τὸ μετὰ ἀγγέλων ὁμιλεῖν. Τότε γινώ σκει ὁ ἄνθρωπος λοιπὸν, ὅτι μακράν ἐστιν ἀπὸ Θεοῦ. Ὁ θέλων οὖν, ἀδελφοὶ, ἐλθεῖν ἐπὶ πάσας τὰς ἐντίμους ἀρετὰς ταύτας, ἀμέριμνός τε δεῖ εἶναι ἀπὸ παντὸς πράγματος, καὶ μισῆσαι τὸν κόσμον τοῦτον· καὶ λοι πὸν τότε ἀξιοῦται κτήσασθαι τὰς ἀρετὰς ταύτας παρὰ Κυρίου. Τοῦτο δὲ μάθε, ἀδελφὲ, ὅτι πᾶς ἄνθρωπος ἐσθίων καὶ πίνων ἀμέτρως, ἢ ἐμπεριφερόμενος τῷ κόσμῳ τούτῳ, οὐ μὴ ἀξιωθῇ ἐλθεῖν εἰς τὰ μέτρα ταῦτα· εἰ γὰρ κτήματα καὶ ἀμπελῶνα ἔχεις, ἢ οἰκήματα, ἤ τι τοῦ αἰῶνος τούτου, ἵνα τί καὶ γυναῖκα οὐκ ἔγημας; τί ἑαυτὸν φρεναπατῶν ἀγνοῶν, ὅτι τὸν ἐν ἀκάνθαις σπει ρόμενον οὐ τελειοφορεῖ; Καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται. Καὶ τοῦτο δὲ παρακαλῶ πάντα ἄνθρωπον βουλόμενον δοῦναι μετάνοιαν τῷ Θεῷ, φυ λάξαι αὑτὸν ἀπὸ πολυοινίας· πολλὰ γὰρ αὐτοῦ τὰ πτώματα. Μὴ προσέχῃς οὖν εἰς πάλην, ἕως οὗ ᾖς ἐν τῷ σώματι, μηδὲ πιστεύσῃς ἑαυτῷ. Στῶμεν οὖν, ἀδελφοὶ, στῶμεν ἐν φόβῳ Κυρίου, καὶ μὴ ἐκκακή σωμεν ἐν τῇ πάλῃ. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Περιβαλλώμεθα τὰ ὅπλα τῶν ἀρετῶν, ὡς ὁπλῖται· διότι ὁ κόπος καὶ ὁ μόχθος, καὶ ἡ στενοχωρία, καὶ ἡ στενοτεία, καὶ ἡ εὐδία τῶν ἐπιθυμιῶν οὐ μόνον φυλάττουσιν ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ἀλλὰ καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀποκαθίστησιν. Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ἐν τῷ καιρῷ τούτῳ τὸ βραχὺ, ἅπερ τύχωμεν βασιλείας οὐρανῶν. Ὁ γὰρ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστὸς οὕτως εἴρηκεν· «Ἀγωνίζεσθε ἕως ἐλθεῖν διὰ τῆς στενῆς πύλης, καὶ τεθλιμμένης ὁδοῦ. Γρηγορεῖτε οὖν ἐν 28.1417 πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ

3