Sermo de descriptione deiparae

 Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύ

 ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦ

 αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι

 φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τ

 Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάρ

φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὕτη ἔτεκεν, καὶ αὕτη ἐσπαργάνωσεν· καὶ αὕτη ἄκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀν άγνοις χερσὶν ἅψασθαί τινα τοῦ ἀχράντου τόκου· αὕτη διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· «Καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζωγράφησε τὸ εὐτελὲς καταγώγιον, ἔνθα ἡ Παρθένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἔμφασιν μὴ ὑπομείνασα· εἰ καί τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγοντος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· «Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,» καὶ δευτέραν σύλληψιν τῆς Παρθένου ἐδογμάτισαν, τὴν ἀφθαρσίαν εἰς φθορὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δόγμασιν· Οὐκ ἂν λεχθείη πρωτότοκος, δευτέρου μὴ παρακολουθήσαντος. Οὐ μόνον δὲ οἱ ἐξ ἐναντίας τὸν Λουκᾶν τῆς οἰκείας ἀβελτηρίας προβάλλονται μάρτυρα, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν Ματθαῖον τὰ αὐτὰ μηνύοντα, καὶ ἔτι σαφέστερον παρεγγυῶντα· ὅθεν καὶ τὰς ἐκείνου λέξεις φανεροποιοῦσιν οἱ ἄθεοι, ἐν τοῖς ἑαυτῶν συγγράμμασι λέγοντες ἅπερ Ἰωσὴφ ἐν ὀπτασίᾳ δεξάμενος ἀναγέγραπται, τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· «Ὤφθη δὲ ἄγγελος Κυρίου κατ' ὄναρ τῷ Ἰωσὴφ, λέγων· Ἰωσὴφ υἱὸς ∆αβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἀναστὰς δὲ, φησὶν, Ἰωσὴφ, παρέλαβε Μαριὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπορεύθησαν εἰς Αἴγυπτον· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὐ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Ὁμοίως καὶ 28.957 ταύτας τὰς λέξεις οἱ ἐξ ἐναντίας παρεγγυῶνται, ἐκ δευτέρου τὴν ἔνδοξον Παρθένον κυοφορῆσαι δογματίζοντες. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας! ἀκηλίδωτον ἔμεινε πάντως τὸ παρθενικὸν καὶ ἔνδοξον κειμήλιον· οὐκ ἐμολύνθη ὁ δεύτερος οὐρανός· οὐκ ἠχρειώθη τὸ τοῦ Ὑψίστου θεοχώρητον σκεῦος. Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου· καὶ καλῶς ἤκουσεν· οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο· ἀλλ' ὅτι πρωτότοκος ὑπῆρχε, τουτέστιν ἀσύγκριτος. Οὐδὲ γὰρ, διὰ τὸ εἰπεῖν τὸν μακάριον Παῦλον περὶ τῆς τοῦ Κυρίου ἐκ τοῦ Πατρὸς ἀνάρχου γεννήσεως, ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου φυσικὸν συνέγραψεν· οὐδ' αὖ πάλιν ὁ αὐτὸς Παῦλος, τὸν αὐτὸν Κύριον πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ ὅμοιον τοῦ Κυρίου παρεισήγαγε, παραπλησίως τὸν ᾅδην πατήσαντα. ∆ιὸ ἄκουε συνετῶς, καὶ πίστευε θεοφιλῶς. Πρωτότοκος ὁ Κύριος ἐκ τῶν νεκρῶν, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου, ἵνα διὰ πάντων γνωσθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος δὲ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ Μήτηρ Παρθένος, πῶς τόκος ἑρμηνευόμενος; Ὁμοίως καὶ τὸ εἰπεῖν τὸν εὐαγγελιστὴν Ματθαῖον περὶ τοῦ Ἰωσὴφ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·» οὐκ ἐγίνωσκεν γὰρ αὐτὴν ἀληθῶς, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ἕως οὗ ἡ Παρθένος ἐκυοφόρει, οὐκ ἐγνώριζεν αὐτὴν ὁ Ἰωσήφ· οὐκ ᾔδει, τί τὸ ἐν αὐτῇ· οὐκ ᾔδει, τί τὸ πραγματευόμενον· οὐκ ᾔδει, τί τὸ κατασκευαζόμενον· μόνον γὰρ ἔτεκε, καὶ τότε ἐγνώρισε· τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἦν ἡ δύναμις τῆς Παρθένου, καὶ τί γενέσθαι κατηξιώθη· τότε ἔγνω, ὅτι μαζὸν ἐπέδωκε, καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινε· τότε ἔγνω, ὅτι ἐξελόχευσε, καὶ τὰ τῶν λοχῶν οὐ κατενόησε· τότε ἔγνω, ὅτι θηλὺν παρεῖχεν ἡ ἀκρότομος πέτρα τῇ νοητῇ πέτρᾳ· τότε ἔγνω ὁ Ἰωσὴφ, ὅτι περὶ αὐτῆς ἔγραψεν Ἡσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.» ∆ιὰ τὸ ἀσύγκριτον τοιγαροῦν πρωτότοκος ὁ Ἰησοῦς. Εἰ δὲ δεῖ ἐπαληθεῦσαι τῷ λόγῳ, ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς ἐκ Πατρός· μόνος γὰρ ἐκ μόνου ἀνάρχως γεγέννηται· ὁ αὐτὸς Κύριος καὶ

5