Sermo de descriptione deiparae

 Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύ

 ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦ

 αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι

 φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τ

 Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάρ

ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦντι τῷ Χριστῷ· «Οὐκ εἶ φίλος τοῦ Καί σαρος,» ἐπειδὴ τὸν λέγοντα ἑαυτὸν βασιλέα ζωοποι εῖσθαι θέλεις. Καὶ οὕτως ὁ Πιλᾶτος οὐ συνεχώρησε τοῖς Ἰουδαίοις τῇ οἰκείᾳ γνώμῃ πᾶν ὁτιοῦν δια πράξασθαι. Εἰ γὰρ ἂν συνεχώρησε τοῖς Ἰουδαίοις, οἱ Ἰουδαῖοι λίθοις τὸν Κύριον ἐθανάτωσαν, ἢ ξυλίνῳ πρίονι κατέπρισαν. Τούτου δὲ πραττομένου, ἡμεῖς τὸν σταυρὸν ἐζημιούμεθα· ἐπειδὴ Ῥωμαίων κριτήριον τὸ τοῦ σταυροῦ ξύλον. ∆ιὸ καὶ ὁ Πιλᾶτος ἐπ ηρώτα τοὺς Ἰουδαίους· «Τί θέλετε ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;» Οἱ δὲ, τῇ Ῥωμαίων παιδείᾳ θαῤῥοῦντες, ἐβόησαν· «Ἆρον, ἆρον, σταύ ρωσον αὐτόν·» καὶ εὐθέως ὁ Πιλᾶτος συνένευσεν· ἄνωθεν γὰρ ἐκέκτητο τὸ νεῦμα. ∆ιὰ ταύτην οὖν τὴν εὐταξίαν ἡ ἐπὶ Αὐγούστου Καίσαρος πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο· εἰ μὴ γὰρ προενομοθετήθη ἡ ἀπογραφὴ αὕτη, οὐκ ἂν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παρεδόθη· ἔμελλον γὰρ παῖδες Ἰουδαίων τῇ ὑπερβαλλούσῃ μανίᾳ ἢ πυρὶ πα ραδοῦναι τὸ τοῦ Κυρίου σῶμα, ἢ θαλάσσῃ καταποντίζειν. Εἰ γὰρ τὸν φίλον Ἱερεμίαν εἰς λάκκον βορβόρου κατήγαγον· τί ἔμελλον εἰς τὸ τοῦ Κυρίου σῶμα διαπράττεσθαι, εἰ μὴ τὸν Ῥωμαϊκὸν νόμον εἶ χονκολαφίζοντα; ∆ιὸ καὶ τῶν Ἰουδαίων μὴ συγχω ρουμένων παρὰ τοῦ Πιλάτου δέξασθαι τὸ τοῦ Κυρίου σῶμα, Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, φίλος ὢν τοῦ Πιλάτου, προσελθὼν ᾐτήσατο παρ' αὐτοῦ τὸ τοῦ Κυρίου σῶμα, ἀσύγκριτόν τι προσενέγκας. Ἀναγκαία τοίνυν ἡ ἀπογραφὴ ἡ ἐπὶ Αὐγούστου Καίσαρος· εἰ 28.952 γὰρ καὶ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, ἐστύγνασεν, ἀλλ' ὅμως ὁ σύμπας κόσμος ἀρχὴν εὐταξίας ἐδέξατο. Τί ἐστιν, Ὁ μνηστὴρ τῆς Παρθένου ἐστύγνασεν, ἄκουε διὰ βραχέων. Ἡνίκα Ἰωσὴφ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, διὰ τὴν ἀπογραφὴν τοῦ Αὐγούστου τὴν Βηθλεὲμ κατελάμβανε σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυ ναικὶ, οὔσῃ ἐγκύῳ, ἠγνόει ὁ Ἰωσὴφ τὸ ἐν τῇ Παρθένῳ μυσταγωγούμενον· οὐκ ἦν οὐδέπω χρησμὸν ἀγγέλου δεξάμενος. Ἡ δὲ Παρθένος τὸ ἀσφαλὲς ἐκέκτητο, καὶ τῷ λόγῳ καὶ τῷ ὄγκῳ· ὅσον γὰρ τῆς γα στρὸς ἡ αὔξησις ἐγίνετο, τοσοῦτον ἡ Παρθένος ἀμεριμνότερον βίον διέτριβεν· ὁμοῦ καὶ τὴν παρθενίαν ἀμόλυντον φυλάττουσα, καὶ τὸν τόκον ἄσκυλτον ἄγουσα, οὐ τοσοῦτον κοπουμένη, ὅσον κουφιζομένη. Πρὸς τούτοις ἀγωνιῶν ὁ Ἰωσὴφ, ὡς εἶδεν αὐτὴν κατὰ γαστρὸς ἔχουσαν, τὸν ἔνδοθεν θησαυρὸν ἀγνοῶν, στυγνάσας, κατὰ τὴν ὁδὸν ἀντέβαλλε πρὸς τὴν Παρθένον, λέγων· Τί σοι τὸ δόξαν, Μαρία; Οὐ σὺ εἶ ἡ ὡς αἰδέσιμος Παρθένος ἐν τοῖς ἱεροῖς περιβόλοις ἀνατραφεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ πρόσωπον ἀνδρὸς θεωρῆσαι μὴ καταδεχομένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ παρὰ πρόθεσιν κατεγγυηθῆναί μοι πεισθεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὸ τῆς παρθενίας ῥόδον ἀμάραντον φυλάξαι προσευξαμένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν Σωσάνναν ἀγαπήσασα, καὶ τὴν Αἰγυπτίαν μισήσασα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν βιασθεῖ σαν Θάμαρ ἀναλεγομένη, καὶ τὸν ἄτακτον Ἀμνὸν βδελυττομένη; Ποῦ σου τῆς σωφροσύνης ὁ θάλαμος; Ποῦ σου τῆς ἁγνείας ἡ ἄσπιλος παστάς; Ποῦ σου τὸ αἰδεστικὸν πρόσωπον; Ἐγὼ αἰσχύνομαι, καὶ σὺ παῤ ῥησιάζεις; Ὅτι σιωπῶ τὴν ἁμαρτίαν σου, οὕτω πλησιέστερον χωρεῖν ἐπείγεσαι; Οὐχ ὁρᾷς τὸν ὄγκον τῆς κοιλίας σου; Ἔνδον τὸ βρέφος σπαίρει, καὶ σὺ ὡς ἀπείραστος πειρασμῶν φαιδρύνῃ; Ἄπιθι, Μαριάμ· ὑπόστρεψον εἰς τὸν οἶκόν σου· ἐπιζήτησον τὸν κλεψίγαμον· ἐκείνῳ ἐναπογράφηθι. Ἀλλοτρίαν ὕβριν οὐ καταδέχομαι· οὐχ εὑρίσκεις ἀπολογίαν πρὸς τὴν τιμωρίαν. Ἡ δὲ Παρθένος πρὸς τὸν Ἰωσήφ· Τί δυσχεραίνεις, μνῆστερ ἐμοῦ; Τί ὡς ἀτάκτου μου κατα ψηφίζεις; Τί ἐφυβρίστοις ὀφθαλμοῖς τὸν ὄγκον τῆς γαστρός μου περιβλέπεις; Τί ἐρυθριᾷν με καταναγ κάζεις; ∆όξα τῶν γυναικῶν γέγονα· τῆς προτέρας αὐτὰς

3