Sermo de descriptione deiparae

 Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύ

 ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦ

 αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι

 φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τ

 Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάρ

Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύσῃ, δεσμὰ δεσμοῖς λύων, κατὰ τὸ φάσκον ῥητόν· «Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» Μα ζὸν εἵλκυσεν, ἵνα τὸ γάλα τῆς χάριτος βρύσῃ, ὅπερ ἐκ τῆς οἰκείας πλευρᾶς ἀνέβλυσε· γάλα γὰρ 28.948 οὐδὲν ἕτερόν ἐστιν ἢ αἷμα λευκανθέν. Ἐν φάτνῃ ἀνεκλίθη, ἵνα τὴν ἀλογίαν τῆς ἀνθρωπότητος διορθώσηται, καὶ τῶν δύο ζώων τροφὴ γένηται· ποίων δύο ζώων; τοῦ ἐθνικοῦ καὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ περὶ ὧν γέγραπται· «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τὴν ἐπὶ Αὐγούστου Καίσαρος ἀπογραφὴν κατεδέξατο, ἵνα τὴν οἰκουμενικὴν ἀταξίαν διορθώσηται. Αὕτη γὰρ ἡ ἀπογραφὴ τῆς οἰκουμενικῆς εὐταξίας ἀῤῥαβὼν γεγένηται. Καὶ ὅτι ἀληθῆ τὰ λεγόμενα, διὰ βραχέων ἄκουε. Πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως πολλὴ τυραννὶς τὸ τῶν ἀνθρώπων κατεῖχε γένος· ἀλόγως τὸ τῆς γῆς ἐκυβερνᾶτο χωρίον· ἐνέπαιζον εἰς τὸ βασιλικὸν ἀξίωμα· πολλῶν τῶν ἀνθρώπων πλῆθος βασιλέων ἐφυτουργεῖτο· ἑκατόν πού τις ἄν δρας ἔχων ὑφ' ἑαυτὸν, εὐθέως τὸ τῆς βασιλείας ἐσφετερίζετο σχῆμα. Τοιαύτη τῶν ἐθνῶν ἡ ἅμιλλα· τοπαρχίας ἀγαπῶντες, καὶ τόπον ἐκ τόπου μὴ δια βαίνοντες, εἰ μὴ τρόπον τινὰ κατ' ἀλλήλων ὡπλίσαντο. Ταύτης τῆς συγχύσεως χρονοτριβουμένης, μόνον ὁ Κύριος κατεδέξατο ἐπὶ γῆς τὸ παρθενικὸν οἰκῆσαι παλάτιον, εὐθέως τὴν μὲν πολυαρχίαν παύει, τὴν δὲ μοναρχίαν φυτουργεῖ, τὴν Ῥωμαίων ἀρχὴν πάντων ἡγεμονεύειν κληρώσας, κατὰ μίμησιν τῆς ἐπουρανίου διατριβῆς. Ὥσπερ γὰρ ἐν οὐρανῷ μία ἡ τοῦ Θεοῦ βασιλεία κρατεῖ, καὶ πάντες οἱ ἄγγελοι τῷ θελήματι αὐτοῦ ὑποτάσσονται, τῶν δαιμόνων δί κην βαρβάρων ἀφηνιασάντων· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς, εἰ καὶ πολλὰ τὰ ἀνυπότακτα ἔθνη, ἀλλ' ὅμως μία ἡ τῶν Ῥωμαίων βασιλεία κρατεῖ. ∆ιὰ ταύτην οὖν τὴν εὐταξίαν τὴν πρώτην ἀπογραφὴν ὁ κυοφορούμενος βασιλεὺς προσέταξεν ἐπὶ Αὐγούστου συγκροτηθῆναι· ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπόγραφον γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βε βαίωσιν τῶν θεσπιζομένων νόμων. Τότε γὰρ βασιλέως νόμος κρατεῖ, ὅτε ὁ νομοθετῶν βασιλεὺς πρῶτος πληρώσῃ τὸν νόμον. Ὁ γὰρ νομοθετῶν καὶ μὴ πληρῶν καθαιρέτης ἐστὶν, ἢ νομοδότης. ∆ιὰ τὴν προλεχθεῖσαν οὖν εὐταξίαν, ἡ ἐπὶ Αὐγούστου ἀπο γραφὴ πρώτη γέγονεν, ὅπως καὶ ἡ τοῦ νόμου λατρεία μετενεχθῇ, καὶ τὸ τῶν Ἰουδαίων φῦλον καταργηθῇ πρὸς τὸ μὴ ἐξεῖναι λοιπὸν τοῖς ἀτάκτοις Ἰουδαίοις αὐτονομίᾳ χρωμένοις φονεύειν τοὺς ἀνευθύνους, ἕπεσθαι δὲ τοῖς νόμοις τῷ τῆς ἀνάγκης ζυγῷ. Ἀναγκαία τοίνυν ἡ προλεχθεῖσα ἐπὶ Αὐγούστου ἀπογραφή· αὕτη ἡ ἀπογραφὴ τὸ μὲν τῶν Ἰουδαίων ἐταπείνωσε φῦλον, τὸ δὲ τῶν Χριστιανῶν ὑπερύψωσε γένος· μηκέτι τολμώντων Ἰουδαίων δέει τῆς Ῥωμαίων ἀρχῆς τῇ προτέρᾳ κεχρῆσθαι μανίᾳ. ∆ιὸ καὶ μετὰ τὴν ἀπογραφὴν ταύτην, τὸν Κύριον κρα τήσαντες, καὶ θανάτῳ παραδοῦναι σπεύδοντες, οὐκ ἐτόλμησαν κατὰ τὸ δοκοῦν αὐτοῖς διαπράξασθαι, 28.949 καθ' ὁμοιότητα τῶν προφητῶν, οὓς ἀδιακρισίᾳ διεσπάραξαν· ἀλλὰ τῷ Πιλάτῳ προσήνεγκαν, ἄρχοντι Ῥωμαίων, ἐντυχίαν εἰσπραξαμένῳ, δίκας ἀπαιτούμενοι τῶν λεγομένων, συγκατάθεσιν μεθοδευόμενοι. ∆ιὸ καὶ ὁ Πιλᾶτος, ὁ Ῥωμαίων ἄρχων, ὡς εἶδε τοὺς Ἰουδαίους κυνογλωσσοῦντας κατὰ τῆς τοῦ Κυρίου ἀναιρέσεως, καὶ εἰδὼς, ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν, ἐπηρώτα τοὺς Ἰουδαίους, φάσκων· Καθὼς ἴστε πάντες σαφῶς, οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ, ὦ Ἰουδαῖοι. Τί τὴν τῶν Ῥωμαίων ἀρχὴν μολύνειν σπεύδετε, ἀκρασίᾳ κρατοῦντες τὸν δίκαιον, καὶ τὸν ἀνεύθυνον ὑπεύθυνον εἶναι θέλοντες; Οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. Μᾶλλον οὖν ὁ Βαραββᾶς φο νευθῇ, ὁ δὲ Χριστὸς ἀπολυθῇ· ὅτι ἐκεῖνος μὲν φονευτὴς καὶ στασιώδης, οὗτος δὲ εὐεργέτης καὶ ζωοδότης· ἐπειδὴ καὶ ταύτην κατ' αὐτοῦ τὴν κατηγορίαν

2