Sermo de descriptione deiparae

 Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύ

 ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦ

 αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι

 φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τ

 Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάρ

αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι· κοινὸν γὰρ ∆εσπότην βαστάζω. Ἐὰν ἐγὼ περὶ ἐμαυτῆς μαρτυρήσω, ὡς κενόδοξός τις εὑρεθήσομαι. Μικρὸν καρτέρησον, ὦ Ἰωσὴφ, καὶ ποιμένες σε πείσουσιν· μάγοι σε πληροφορήσουσιν· ἀστήρ σε δυσωπήσει· ἄγγελοί σε κατανύξουσι. Νῦν ἀμφιβάλλεις, μετ' οὐ πολὺ δὲ δοξάσεις, ὅτε τῆς ἐπουρανίου στρατιᾶς ἀκούσεις συμφώνως βοώσης· «∆όξα 28.953 ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις. Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάβασιν, Ἰωσὴφ, καὶ ὅτι οὐδεὶς ἀνδρῶν συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον λαμπροτέραν στολὴν ἀναβαλλόμενον; Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ ὄρη πηδῶντα; Οὐχ ὁρᾷς τοὺς βουνοὺς εὐφραινομένους; Οὐχ ὁρᾷς τὰς ἀφέσεις τῶν ὑδάτων ὑπερβλυζούσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἔξω περιτρέχοντα; Ἀπὸτῶν σημείων στόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἔγκυός εἰμι, δίσταζε, Ἰωσήφ. Ἐδανείσθην, οὐκ ἐμολύνθην· ἔχρησα τὴν κοιλίαν, οὐκ ἐμόλυνα τὴν παρθενίαν. Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσήφ. Ὅτε μαιωθήσομαι, τότε τίς εἰμι γνωρισθήσο μαι· νῦν ὀνειδίζομαι, τότε μακαρισθήσομαι· νῦν ὡς αἴτιον ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγὺς εἶναι παρα καλέσεις. Μὴ, ὅτι δοκεῖς φυλάττειν, μεγαλύνου· ἐγὼ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιῆσαι καταδεξάμενος, οὗτος πάσης τῆς φύσεως φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἐναπόγραφοι γενώ μεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία. Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν, τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. ∆ιὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρῃζεν βοηθοῦ ἡ Παρθέ νος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ' ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆ ναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Κα λὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπεκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρ χιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα. Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσ 28.956 εχάραξεν ὁ τόπος, ἔνθα ἡ Παρθένος ἀπεκύησε τὸν Κύριον, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέ γοντος· «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, ὅτι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Ὢ τῶν παραδόξων πραγμάτων! βαβαὶ, πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.» Ὢ τῶν παραδόξων πραγμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιέμενεν! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδεὶς φαντασίαν ἢ δόκησιν νομίσῃ. «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ

4