1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

ἐπισκόπους τε καὶ πρεσβυτέρους μὴ κοινωνοῦντας αὐτοῖς ἐξώρισαν, ὡς ἠθέλησαν, καὶ τοὺς λαοὺς 25.592 ἀποστρεφομένους αὐτοὺς ἐξέκλεισαν τῶν ἐκκλησιῶν, τοῖς δὲ Ἀρειανοῖς τοῖς πρὸ τοσούτου χρόνου καταγνωσθεῖσι παραδεδώκασιν αὐτὰς, ἵνα, συνούσης αὐτοῖς καὶ τῆς τῶν Μελιτιανῶν ὑποκρίσεως, ἐπ' ἀδείας ἔχωσιν ἐν αὐταῖς τὰ τῆς ἀσεβείας αὐτῶν ἀποπτύειν ῥήματα, καὶ προκατασκευάζειν, ὥς γε νομίζουσι, τῷ τὴν αἵρεσιν αὐτοῖς ἐπισπείραντι τῷ Ἀντιχρίστῳ, τὴν τῆς ἀπάτης ὁδόν. Ἐκεῖνοι μὲν οὖν τοσαῦτα νυστάζοντες φανταζέσθωσαν μάτην· οἴδαμεν γὰρ, ὅτι καὶ ὁ φιλάνθρωπος βασιλεὺς, ἀκούσας, κωλύσει τὰς πονηρίας αὐτῶν καὶ οὐ χρονιοῦσιν, ἀλλὰ κατὰ τὸ γεγραμμένον, καρδίαι τῶν ἀσεβῶν ταχέως ἐκλείψουσιν· ἡμεῖς δὲ ὡς πρὸς ἀποστάτας καὶ θέλοντας μανίαν ἐν οἴκῳ Κυρίου καταπῆξαι, ἠμφιεσμένοι, κατὰ τὸ γεγραμμένον, τοῖς λόγοις τῶν θείων Γραφῶν, ἀντικαταστῶμεν, καὶ μήτε θάνατον σωματικὸν φοβηθῶμεν, μήτε τὰς τούτων ὁδοὺς ζηλώσωμεν· ἀλλὰ πάντων μᾶλλον προκρινέσθω τῆς ἀληθείας ὁ λόγος. Καὶ γὰρ καὶ ἡμεῖς, ὡς οἴδατε πάντες, ἀξιούμενοι τότε παρὰ τῶν περὶ Εὐσέβιον, ἢ ὑποκρίνασθαι σὺν αὐτοῖς τὴν ἀσέβειαν, ἢ προσδοκᾷν ἐπιβουλὴν παρ' αὐτῶν, οὐκ ἠθελήσαμεν αὐτοῖς συγκαταθέσθαι, ἀλλὰ μᾶλλον εἱλόμεθα διώκεσθαι παρ' αὐτῶν, ἢ τὸν τοῦ Ἰούδα μιμήσασθαι τρόπον. Ἀμέλει πεποιήκασιν ὅπερ ἠπείλησαν, καὶ μιμησάμενοι τὴν Ἰεζάβελ, ἐγκαθέτους ἑαυτοῖς τοὺς Μελιτιανοὺς κατεσκεύασαν· εἰδότες πῶς κατὰ τοῦ μακαρίου Πέτρου τοῦ μάρτυρος, καὶ μετ' αὐτὸν τοῦ μεγάλου Ἀχιλλᾶ, εἶτα κατὰ τοῦ μακαρίτου Ἀλεξάνδρου γεγόνασιν, ἵν' οὕτως καὶ καθ' ἡμῶν, ὥσπερ τοῦτο μελετήσαντες, ὑποκρίνωνται μὲν οὗτοι ἅπερ ἂν αὐτοῖς ὑποβληθῇ, ἐκεῖνοι δὲ πρόφασιν λάβωσι διώκειν καὶ ζητεῖν ἡμᾶς ἀποκτεῖναι. Τοῦτο γὰρ διψῶσι, καὶ οὐ παύονταί γε μέχρι νῦν τὸ αἷμα ἡμῶν θέλοντες ἐκχέειν. Ἀλλὰ τούτων οὐδεμία μοι φροντίς· οἶδα γὰρ καὶ πέπεισμαι ὅτι τοῖς ὑπομένουσιν ἔσται μισθὸς παρὰ τοῦ Σωτῆρος, καὶ ὅτι καὶ ὑμεῖς ὑπομείναντες, ὡς οἱ πατέρες, 25.593 τύποι γενόμενοι τοῖς λαοῖς, καὶ ἀνατρέποντες τὴν ξένην καὶ ἀλλοτρίαν ταύτην ἐπίνοιαν τῶν ἀσεβῶν, ἕξετε μὲν τὸ καύχημα, λέγοντες· Τὴν πίστιν τετηρήκαμεν· ἀπολήψεσθε δὲ τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Γένοιτο δὲ κἀμὲ μεθ' ὑμῶν τὰς ἐπαγγελίας κληρονομῆσαι, τὰς μὴ μόνον τῷ Παύλῳ ῥηθείσας, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Κυρίου, καὶ Σωτῆρος, καὶ Θεοῦ, καὶ παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος ἐν Πνεύματι ἁγίῳ καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.