1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

θεότητα αὐτοῦ ταῖς τῶν γεννητῶν ἐννοίαις ὑποβάλλοντες. ∆ιὰ τοῦτο γὰρ εἰκότως καὶ δικαίως οἱ μὲν Πατέρες ἠγανάκτη σαν, καὶ ἀνεθεμάτισαν τὴν ἀσεβεστάτην ταύτην αἵρεσιν, οὗτοι δὲ ὡς εὐέλεγκτον καὶ πανταχόθεν οὖσαν σαθρὰν φοβοῦνται καὶ κρύπτουσι. Καὶ γὰρ βραχέα μὲν ταῦτα πρὸς κατάγνωσιν αὐτῶν ἡμεῖς ἐγράψαμεν· ἐὰν δέ τις θελήσῃ πλατυτέρῳ τῷ κατ' αὐτῶν ἐλέγχῳ χρήσασθαι, εὑρήσει τὴν αἵρεσιν ταύ την Ἑλλήνων μὲν οὐ μακρὰν, τῶν δὲ ἄλλων αἱρέσεων ἐσχάτην καὶ τρυγίαν τυγχάνουσαν. Ἐκεῖ ναι μὲν γὰρ ἢ περὶ τὸ σῶμα καὶ τὴν ἐνανθρώπησιν 25.580 τοῦ Κυρίου πλανῶνται, αἱ μὲν οὕτως, αἱ δὲ ἐκείνως καταψευδόμεναι, ἢ μηδόλως ἐπιδεδημηκέναι τὸν Κύ ριον, ὡς Ἰουδαῖοι νομίζοντες ἐπλανήθησαν· αὕτη δὲ μόνη μανικώτερον εἰς αὐτὴν τὴν θεότητα κατα τετόλμηκε, λέγουσα μηδόλως εἶναι τὸν Λόγον, μηδὲ τὸν Πατέρα ἀεὶ Πατέρα εἶναι. Ὅθεν εὐλόγως ἄν τις κατ' αὐτῶν ἐκεῖνον εἴποι γεγράφθαι τὸν ψαλμόν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἀλλὰ καὶ ἰσχύομεν, φασὶ, καὶ δυνάμεθα ταῖς πανουργίαις προστῆναι τῆς αἱρέσεως. Βελτίων δ' ἂν γένοιτο αὐτῶν ἡ ἀπολογία, ἐὰν μὴ τέχνῃ τινὶ μηδὲ σοφίσμασιν Ἑλληνικοῖς, ἀλλ' ἁπλῇ τῇ πίστει ταύτης προστῆναι δύνανται. Οὐκοῦν εἰ τεθαῤῥήκασι καὶ γινώσκουσιν ἐκκλησιαστικὴν εἶναι ταύτην, λεγέ τωσαν φανερῶς τὸ φρόνημα· οὐδεὶς γὰρ ἅψας λύχνον τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυ χνίαν, καὶ λάμπει πᾶσι τοῖς εἰσερχομένοις. Εἰ τοίνυν καὶ οὗτοι προστῆναι δύνανται, γραψάτωσαν τὰ προ ειρημένα, καὶ δειξάτωσαν πᾶσιν, ὡς λύχνον, γυ μνὴν τὴν ἑαυτῶν αἵρεσιν· φανερῶς τε καὶ κατηγορεί τωσαν Ἀλεξάνδρου τοῦ μακαρίτου ἐπισκόπου, ὡς ἀδίκως ἐκβαλόντος τὸν Ἄρειον λέγοντα ταῦτα, καὶ μεμφέσθωσαν τὴν ἐν Νικαίᾳ σύνοδον, ἀντὶ τῆς ἀσε βείας ὑπομνήσασαν καὶ γράψασαν τὴν εὐσεβῆ πίστιν. Ἀλλ' οὐ ποιήσουσιν, εὖ οἶδα, ὅτι οὐχ οὕτως εἰσὶν ἀγνῶτες ὧν ἐπλάσαντο καὶ φιλονεικοῦσιν ἐπι σπεῖραι κακῶν· ἀλλὰ καὶ μάλα γινώσκουσιν, ὅτι, κἂν κατὰ τὴν ἀρχὴν τοὺς ἀκεραίους διὰ κενῆς ἀπάτης ὑφαρπάσωσιν, ἀλλ' εὐθὺς ἡ ἔννοια αὐτῶν ὡς φῶς ἀσεβῶν σβέννυται, καὶ στηλιτεύονται παν ταχοῦ, ὡς τῆς ἀληθείας ἐχθροί. ∆ιὰ τοῦτο γοῦν πάντα μωρῶς ποιοῦντες, καὶ ὡς μωροὶ λαλοῦντες, τοῦτο μόνον, ὡς υἱοὶ τοῦ αἰῶνος ὄντες τούτου, φρονί μως πεποιήκασι, κρύπτοντες ὑπὸ τὸν μόδιον τὸν ἑαυ τῶν λύχνον, ἵνα νομίζηται φαίνειν, καὶ μὴ φαινόμε νος ἀποσβεσθῇ καταγινωσκόμενος. Καὶ γὰρ καὶ αὐ τὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐ 25.581 σεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταν τίνου τοῦ Αὐγούστου, καὶ ἀπαιτούμενος εἰπεῖν ἐγ γράφως τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύ πτων μὲν τὰς ἰδίας τῆς ἀσεβείας λέξεις, ὑποκρινό μενος δὲ καὶ αὐτὸς, ὡς ὁ διάβολος, τὰ τῶν Γραφῶν ῥή ματα ἁπλᾶ, καὶ ὥς ἐστι γεγραμμένα. Εἶτα λέ γοντος τοῦ μακαρίτου Κωνσταντίνου· «Εἰ μηδὲν ἕτε ρον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμύνεται γὰρ ἐπιορκήσαντά σε ὁ Κύριος·» ὤμοσεν ὁ ἄθλιος μήτε ἔχειν, μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα κἂν εἰρῆσθαι πώ ποτε παρ' αὐτοῦ ἢ πεφρονῆσθαι. Ἀλλ' εὐθὺς ἐξελθὼν, ὥσπερ δίκην δοὺς, κατέπεσε, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος ὁ θάνατός ἐστι, καὶ οὐ δεῖ τινας ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτοὺς τοῦτο καταλάβῃ· τὸ δὲ τέ λος Ἀρείου, ἐπεὶ μὴ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήματος ἄξιόν ἐστι. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπει λούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξαν δρος ἀντέλεγεν, ὁ δὲ Ἄρειος ἐθάῤῥει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι. Πολὺς τοίνυν ἦν ἀγὼν, ἐκείνων μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐ χομένου· ἀλλ' ὁ Κύριος κριτὴς γενόμενος ἐβρά βευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ,