1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

Πενταπολίτης, ὁ πάλαι πολλάκις καθαιρεθεὶς, ἐδέχθη παρ' αὐτῶν, προεβλήθησαν δὲ Γεώργιος, ὁ νῦν ἐν Λαοδικείᾳ, καὶ Λεόντιος ὁ ἀπόκοπος, καὶ πρὸ αὐ τοῦ Στέφανος, καὶ Θεόδωρος ὁ ἐν Ἡρακλείᾳ; Καὶ γὰρ καὶ πρότερον ἀπὸ τοῦ πρεσβυτερίου καθ αιρεθέντες, ὕστερον διὰ τὴν ἀσέβειαν ἐκλήθησαν ἐπίσκοποι Οὐρσάκιός τε καὶ Οὐάλης, οἵτινες καὶ τὴν ἀρχὴν, ὡς νεώτεροι, παρ' Ἀρείου κατηχήθη σαν· Ἀκάκιός τε καὶ Πατρόφιλος καὶ Νάρκισ σος, οἱ πρὸς πᾶσαν ἀσέβειαν τολμηρότατοι· οὗτοι μὲν οὖν καὶ ἐν τῇ κατὰ Σαρδικὴν γενομένῃ με γάλῃ συνόδῳ καθῃρέθησαν· Εὐστάθιός τε ὁ νῦν ἐν Σεβαστείᾳ, ∆ημόφιλός τε καὶ Γερμίνιος, καὶ Εὐδόξιος, καὶ Βασίλειος, συνήγοροι τῆς ἀσεβείας ὄν τες, εἰς τοῦτο προήχθησαν. Περὶ γὰρ τῶν νῦν Κε κροπίου, καὶ τοῦ λεγομένου Αὐξεντίου, καὶ Ἐπικτήτου τοῦ ὑποκριτοῦ, περιττόν ἐστι καὶ λέγειν, φανεροῦ πᾶσιν ὄντος, πῶς καὶ διὰ ποίας προφά σεις καὶ παρὰ τίνων ἐχθρῶν καὶ οὗτοι προεβλήθησαν ὑποκρίνασθαι τὰς κατὰ τῶν ἐπιβουλευθέντων ἐπισκόπων ὀρθοδόξων συκοφαντίας· ὅτι καὶ οὗτοι, καίτοι ἀπὸ ὀγδοήκοντα μονῶν τυγχάνοντες, καὶ μὴ γινωσκόμενοι παρὰ τῶν λαῶν, ὅμως διὰ τὴν ἀσέ βειαν ἐπραγματεύσαντο ἑαυτοῖς τὸ ὄνομα τοῦ ἐπισκό που. ∆ιὰ τοῦτο γοῦν καὶ Γεώργιον ἀπὸ τῆς Καππαδοκίας τινὰ μισθωσάμενοι, θέλουσι νῦν ἀποστεῖλαι πρὸς ὑμᾶς. Ἀλλ' οὐδὲ περὶ τούτου λόγος οὐδείς. Φήμη γὰρ ἐν τοῖς μέρεσίν ἐστι τούτοις, 25.556 ὅτι μηδόλως Χριστιανός ἐστιν οὗτος, ἀλλὰ μᾶλλον τὰ τῶν εἰδώλων ἐζήλωσε, καὶ τὸν τρόπον ἐστὶ δή μιος· διὸ καὶ τοιοῦτον αὐτὸν ὄντα προσελάβοντο, ὥστε ἀδικεῖν, ἁρπάζειν, φονεύειν δύνασθαι· ταῦτα γὰρ πλέον ἤσκησε, καὶ οὐδόλως οἶδε τὰ ἴδια τῆς εἰς Χριστὸν πίστεως. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα μηχανῶνται κατὰ τῆς ἀληθείας· ἡ δὲ γνώμη τούτων ἔκδηλος ἔσται πᾶσι, κἂν μυριάκις ὡς ἐγχέλυες ἐξειλεῖν ἐπι χειρῶσι καὶ λανθάνειν ὡς χριστομάχοι. ∆ιὰ τοῦτο παρακαλῶ, μηδεὶς ὑμῶν ἀπατάσθω, μηδεὶς ὑμῶν ὑφαρπαζέσθω· ἀλλὰ μᾶλλον, ὡς Ἰουδαϊκῆς ἀσεβείας ἐπιβαινούσης κατὰ τῆς εἰς Χριστὸν πίστεως, πάντες ζηλώσατε τῷ Κυρίῳ· καὶ κατέχων ἕκαστος τὴν ἐκ Πατέρων πίστιν, ἣν καὶ οἱ ἐν Νικαίᾳ συνελθόντες ὑπέμνησαν γράψαντες, μὴ ἀνασχέσθω τῶν κατ' αὐτῆς καινοτομεῖν ἐπιχειρούντων. Κἂν γὰρ τὰς ἀπὸ τῶν Γραφῶν λέξεις γράφωσι, μὴ ἀνέχεσθε τῶν γρα φόντων· κἂν τὰ ῥήματα τῆς ὀρθοδοξίας φθέγγωνται, μηδ' οὕτως τοῖς λαλοῦσι προσέχετε. Οὐ γὰρ ὀρθῇ διανοίᾳ λαλοῦσιν, ἀλλ' ὡς ἔνδυμα προβάτου τὰ ῥήματα περιβαλλόμενοι, ἔνδοθεν τὰ τοῦ Ἀρείου φρο νοῦσιν, ὡς ὁ τῶν αἱρέσεων καθηγεμὼν διάβολος. Καὶ γὰρ κἀκεῖνος ἐλάλει μὲν τὰ ἐκ τῶν Γραφῶν, ἐφιμώθη δὲ παρὰ τοῦ Σωτῆρος. Εἰ γὰρ ἃ ἔλεγε, καὶ ἐφρόνει, οὐκ ἂν ἐξέπεσεν ἐκ τῶν οὐρανῶν· νῦν δὲ, τῷ φρονήματι πεσὼν, ὑποκρίνεται τοῖς ῥήμασιν ὁ παν οῦργος· πολλάκις δὲ καὶ δι' Ἑλληνικῆς κομψο λογίας, καὶ τοῖς αὐτῆς σοφίσμασι πειράζει πλανᾷν ὁ κακοθελής. Εἰ μὲν οὖν παρὰ ὀρθοδόξων ἦν τὰ γραφό μενα, οἷα ἂν ἐγεγόνει παρὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, καὶ Μαξιμίνου τοῦ τῆς Γαλλίας, ἢ τοῦ διαδεξαμένου τοῦτον, ἢ παρὰ Φιλογονίου καὶ Εὐσταθίου τῶν τῆς Ἀνατολῆς, ἢ Ἰουλίου καὶ Λιβερίου τῶν ἐπισκόπων Ῥώμης, ἢ Κυριακοῦ τοῦ τῆς Μυσίας, ἢ Πιστοῦ καὶ Ἀρισταίου τῶν ἀπὸ τῆς Ἑλλάδος ἐπισκόπων, ἢ Σιλβέστρου καὶ Πρωτογένους τοῦ τῆς ∆ακίας, ἢ Λεοντίου καὶ Εὐψυχίου τῶν τῆς 25.557 Καππαδοκίας ἐπισκόπων, ἢ Κεκιλιανοῦ τοῦ τῆς Ἀφρικῆς, ἢ Εὐστοργίου τοῦ τῆς Ἰταλίας, ἢ Καπίτωνος τοῦ τῆς Σικελίας, ἢ Μακαρίου τοῦ τῆς Ἱερουσαλὴμ, ἢ Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως, ἢ Παιδέρωτος τοῦ τῆς Ἡρακλείας, ἢ τῶν μεγάλων Μελετίου καὶ Βασιλείου, καὶ Λογ γιανοῦ, καὶ τῶν σὺν αὐτοῖς τῶν ἀπὸ τῆς Ἀρμενίας καὶ τοῦ Πόντου, ἢ Λούπου καὶ Ἀμφίωνος τῶν ἀπὸ τῆς Κιλικίας, ἢ Ἰακώβου καὶ τῶν σὺν αὐτῷ τῶν ἀπὸ τῆς μέσης τῶν ποταμῶν, ἢ τοῦ ἡμετέρου τοῦ μακαρίου Ἀλεξάνδρου, καὶ τῶν ὁμοδόξων αὐτοῖς, οὐδὲν ἦν ἐν τοῖς γραφομένοις ὑποπτεύειν· ἄδολος γὰρ καὶ ἁπλοῦς ἐστιν ὁ τῶν ἀποστολικῶν ἀνδρῶν