1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

ὁ τὴν οἰκου μένην ὅλην ἐπαγγελλόμενος καταλαμβάνειν λοιπὸν ἐξ ἐκείνου καὶ δι' ἐκεῖνον παίζεται καὶ ὑπὸ παιδίων, ὡς στρουθίον, ὁ ὑπερήφανος. Παιδίον γὰρ νῦν νήπιον εἰς τρώγλην ἀσπίδων βάλλον τὴν χεῖρα, γελᾷ τὸν ἀπατήσαντα τὴν Εὔαν· καὶ πάντες δὲ οἱ ὀρθῶς πιστεύοντες εἰς τὸν Κύριον πατοῦσι τὸν εἰπόντα· Θήσομαι τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν, ἀναβήσομαι, ὅμοιος ἔσομαι τῷ Ὑψίστῳ. Οὕτω μὲν οὖν πάσχει μετ' αἰσχύνης ἐκεῖνος· ὅμως δὲ, εἰ καὶ τολμᾷ πάλιν ὁ ἀναίσχυντος σχηματίζεσθαι, ἀλλὰ γινώσκεται καὶ νῦν μᾶλλον ὁ τάλας ὑπὸ τῶν τὸ ση μεῖον ἐν τῷ μετώπῳ φορούντων, καὶ δεινότερον ἀποστρέφεται τεταπεινωμένος καὶ κατῃσχυμμένος. Κἄν τε γὰρ ὡς ὄφις νῦν ἕρπων μετασχηματίσηται εἰς ἄγγελον φωτὸς, ἀλλ' οὐκ εἰς ὄνησιν ἕξει τὴν ὑπόκρι σιν· πεπαιδεύμεθα γὰρ, ὅτι κἂν ἄγγελος ἐξ οὐ ρανοῦ εὐαγγελίσηται ἡμᾶς παρ' ὃ παρελάβομεν, ἀνάθεμα τοῦτον εἶναι. Ἐὰν δὲ καὶ πάλιν τὸ ἴδιον κρύψῃ ψεῦδος, καὶ λαλεῖν ὑποκρίνηται διὰ χειλέων τὴν ἀλήθειαν· ἀλλ' οὐκ ἀγνοοῦντες αὐτοῦ τὰ νοήματα, δυνάμεθα λέγειν τὰ ὑπὸ τοῦ Πνεύματος εἰς αὐτὸν εἰρημένα· Τῷ 25.544 δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; καὶ, Οὐχ ὡραῖος αἶνος ἐν τῷ στόματι τοῦ ἁμαρτωλοῦ. Οὐδὲ γὰρ τὴν ἀλήθειαν λέγων ἀξιόπιστός ἐστιν ὁ πανοῦργος. Καὶ τοῦτο ἔδειξε μὲν ἡ Γραφὴ διηγουμένη τὴν ἐν τῷ πα ραδείσῳ πρὸς τὴν Εὔαν αὐτοῦ κακοτεχνίαν· ἤλεγξε δὲ αὐτὸν καὶ ὁ Κύριος, πρῶτον μὲν ἐν τῷ ὄρει, διαιρῶν τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ, καὶ δεικνὺς ὅστις ἐστὶν ὁ δόλιος, καὶ ἐλέγχων, ὅτι μὴ τῶν ἁγίων εἷς ἐστιν, ἀλλὰ Σατανᾶς ἐστιν ὁ πειράζων, ἐν τῷ λέγειν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ ὅτε δὲ κράζοντας ἀπὸ τῶν μνημείων ἐφίμωσε τοὺς δαίμονας. Ἦν μὲν γὰρ ἀληθὲς τὸ παρ' αὐτῶν λεγόμενον, καὶ οὐκ ἐψεύδοντο τότε λέγοντες, ὅτι Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ ἅγιος τοῦ Θεοῦ· ἀλλ' οὐκ ἤθελε δι' ἀκαθάρτου στό ματος τὴν ἀλήθειαν προφέρεσθαι καὶ μάλιστα δι' ἐκείνων, ἵνα μὴ, προφάσει ταύτης ἐπιμίξαντες τὸ ἴδιον θέλημα τῆς κακίας, ἐπισπείρωσι τοῦτο καθεύδουσι τοῖς ἀνθρώποις. ∆ιὰ τοῦτο οὔτε αὐτὸς ἠν έσχετο τοιαῦτα λαλούντων αὐτῶν, οὐδὲ ἡμᾶς ἀνασχέ σθαι τῶν τοιούτων βουλόμενος, παρήγγειλε δι' ἑαυτοῦ μὲν, Προσέχετε, λέγων, ἀπὸ τῶν ψευδο προφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύ μασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· διὰ δὲ τῶν ἁγίων ἀποστόλων· Μὴ παντὶ πνεύματι πιστεύετε. Τοιοῦτος γὰρ ὁ τρόπος τῆς ἀντικειμένης ἐνεργείας ἐστί· τοιαῦτα δὲ τὰ τῶν αἱρέσεων συγκροτήματα τυγχάνει· πατέρα γὰρ ἑκάστη τῆς ἰδίας ἐπινοίας ἔχουσα τὸν ἐξ ἀρχῆς τραπέντα καὶ γε νόμενον ἀνθρωποκτόνον καὶ ψεύστην τὸν διάβολον, καὶ αἰσχυνομένη τὸ τούτου μισητὸν ὄνομα προφέρειν, ὑποκρίνεται τὸ καλὸν καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ Σωτῆρος, τάς τε τῶν Γραφῶν λέξεις πε ριβάλλεται. Καὶ λέγει μὲν τὰ ῥήματα, κλέπτει δὲ τὴν διάνοιαν τὴν ἀληθῆ· καὶ λοιπὸν, ἣν ἔπλασεν ἰδίαν ἐπίνοιαν ὡς ἐν δόλῳ τινὶ σκεπάσασα, ἀνθρωποκτόνος καὶ αὐτὴ γίνεται τῶν πλανωμένων. Ἐπεὶ πόθεν Μαρκίωνι καὶ Μανιχαίῳ τὸ Εὐαγ γέλιον, ἀρνουμένοις τὸν νόμον; ἐκ γὰρ τῶν παλαιῶν τὰ νέα, καὶ τὰ νέα τοῖς παλαιοῖς μαρτυρεῖ. Οἱ τοίνυν ἀρνούμενοι ταῦτα πῶς ὁμολογήσουσι τὰ ἐξ ἐκείνων; Παῦλος γὰρ ἀπόστολος. Εὐαγγελίου 25.545 γέγονεν, οὗ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις· Ὁ δὲ Κύριος αὐτὸς ἔλε γεν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· Πῶς οὖν ὁμολογήσουσι τὸν Κύριον, μὴ προερευνῶντες τὰς περὶ αὐτοῦ Γραφάς; Ὃν γὰρ ἔγραψε Μωϋσῆς καὶ οἱ προφῆται, τοῦτον εὑρηκέναι λέγουσιν οἱ μαθηταί. Τί δὲ καὶ Σαδδουκαίοις ὁ νόμος μὴ δεχομένοις τοὺς προφήτας; Ὁ γὰρ τὸν νόμον δεδωκὼς Θεὸς, αὐτὸς ἐγείρειν ἐν τῷ νόμῳ καὶ προφήτας ἐπηγγείλατο, ὥστε τὸν αὐτὸν εἶναι Κύριον τοῦ τε νόμου καὶ τῶν προφητῶν, καὶ τὸν ἀρνούμενον θάτερον αὐτῶν ἀρνεῖσθαι πάντως καὶ τὸ ἕτερον. Τί δὲ καὶ Ἰουδαίοις λοιπὸν ἡ Παλαιὰ, μὴ