1

 2

 3

 4

 5

5

συναναστροφῇ τῆς τραπέζης, καὶ συνάξεως τῆς ψαλμῳδίας· ἐν δὲ τῷ ὑπνεῖν αὐτοὺς, ἔχειν ἕκαστον σάκκον κεκρυμμένον, ἵνα ἐν τῇ εὐχῇ τῆς νυκτὸς ἕτοιμος εὑρέθῃ· σπούδαζε ἀγρυπνεῖν ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ εὐχαῖς ἐν μέτρῳ· καὶ ἐν ἡμέρᾳ μὲν εὔχεσθαι συμμέτρως, καὶ ἐν νυκτὶ ὡσαύτως· μὴ χρονίζειν δὲ ἐν τῇ προσευχῇ, καὶ βαττολογεῖν· σὺν μέτρῳ δὲ ψάλλειν· ἵνα μὴ περικακῶσιν αἱ ψυχαί. Θέλε δὲ τοὺς παῖδας σιωπητικῶς προβιβάζειν. Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς· ἀλλ' ἐὰν ἀνάγκη γένηταί σοι, ἐπὶ ξένης γενομένῳ, καὶ χρείαν ἔχῃς ἐδέσματος· ἀποστείλας ἀγόρασον· καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίνε, ἐν τόπῳ ἀνακεχωρισμένῳ. Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ, ἢ ἐκκλησία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται εἰσελθεῖν ἐν πανδοχείῳ· μὴ θέλε μεῖναι ὅπου εἰσὶν γυναῖκες, μήτε εἰς καπηλεῖον, μήτε μετὰ τῶν εἰσιόντων εἰς θέατρον, ἢ εἰς κυνήγιον εὑρισκομένων· εἴπερ ἐστί σοι δύναμις, μηδὲ εὔξῃ μετ' αὐτῶν· εἰ δὲ ἀνάγκη γένηται, καὶ συγχωρηθῇς αὐτοῖς· ὑπὸ τῶν μειζόνων οἱ συγχωρήσαντες ὄψονται· σὺ δὲ τούτων παραφυλάσσων, γυμνάζων σεαυτόν. Αὗται μὲν ἐντολαὶ ἁρμόζουσιν μοναχοῖς καὶ ἱερεῦσι, καὶ πᾶσι τοῖς ἐγκρατευομένοις χήραις τε καὶ Χριστιανοῖς ἀληθινοῖς τοῖς ἐν γάμῳ σεμνῷ πολιτευομένοις· εἰ δέ τις ἱερεὺς τυγχάνει, ὀφείλει τὴν 28.1644 ἱερωσύνην φυλάξαι σὺν τοῖς λοιποῖς κληρικοῖς μετὰ τῶν ἐντολῶν τούτων· τοιοῦτος γὰρ θέλει εἶναι νηφάλιος, σπουδαῖος ἐν ταῖς προσευχαῖς, ἀνεξίκακος, χρηστὸς, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἤρεμος, στερεὸς τῇ πίστει καὶ λόγῳ καὶ γνώμῃ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ἀπεχόμενος γυναικῶν, πρωτότυπος σπουδάζειν τῇ Ἐκκλησίᾳ, τῇ συνάξει τῆς ψαλμῳδίας· μὴ ἀμελεῖν τοῦ ποιμνίου· μὴ βδελύττεσθαί τινα· μὴ πλήκτην, μὴ εἶναι πάροινον, μὴ φιλάργυρον, κατὰ τὸν Ἀπόστολον λέγω· μὴ προσωπολήπτην, τοῦ ἐλέγξαι ἐν παραπτώμασι μικρούς τε καὶ μεγάλους, ἰδίους καὶ ἀλλοτρίους· μὴ ἐᾷν ψωριᾷν τὰ πρόβατα τῆς ποίμνης· ἀλλὰ μᾶλλον καθαρίζειν αὐτὰ, πρῶτον διὰ τῆς μετανοίας, εἶτα πάλιν συναγελάζειν αὐτὰ ἐν τῇ μάνδρᾳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· ταῖς χήραις, καὶ πᾶσι τοῖς λαϊκοῖς τοῖς κατηχουμένοις, τοῖς λαϊκοῖς καὶ μονάζουσι, καὶ τοῖς ἐν σεμνῷ γάμῳ πολιτευομένοις παραγγέλλειν μετανοεῖν· καὶ τοῦτο οὐχ ὡς διαφόρου νόμου, καὶ ἑκάστου λόγου διαστελλομένου· ἀλλ' εἷς ἐστιν· διαστελλόμενος δὲ ἐν πᾶσιν Χριστιανοῖς· ταῖς γυναιξὶ δὲ παραγγέλλειν ὅλως μὴ λαλεῖν, μηδὲ κἂν ἕνα λόγον ἐν ψιθυρισμῷ· μήτε συμψάλλειν μοναχοῖς, μήτε συνυπακούειν· εἰ μὴ μόνον σιγᾷν καὶ εὔχεσθαι τῷ Θεῷ δι' ἐντεύξεως καὶ σεμνῆς πολιτείας· μὴ ἔχειν αὐτὰς λαμπρὰν ἐσθῆτα, μηδὲ χρυσόπαστα ἐνδύματα, ἢ κόσμια διὰ μαργαριτῶν· μηδὲ τὰ πρόσωπα αὐτῶν τελείως φαίνεσθαι μήτε ἐν ἀγορᾷ μήτε ἐν ἐκκλησίᾳ. Αὗταί εἰσιν αἱ σωτήριοι διδασκαλίαι τῶν ἁγίων τριακοσίων ὀκτὼ καὶ δέκα θεοφόρων Πατέρων, αἱ ὁδηγοῦσαι εἰς τὴν αἰώνιον ζωὴν τοὺς πιστεύοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα· ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.