1

 2

 3

 4

 5

4

σοῦ φόνος γίνηται, καὶ ἀπολέσῃς τὴν ψυχήν σου ἐν μιᾷ ὥρᾳ· καὶ ἃ δοκεῖς ἔχειν ἀγαθὰ ἐκ νεότητος, ἀπρόσδεκτα γένωνται παρὰ τῷ Θεῷ, ὡς τοῦ Καῒν τὰ δῶρα· πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου. Μὴ μυκτήριζε ἄνθρωπον· μηδὲ βδελύσσου τινὰ πτωχὸν, διὰ σχήματι πενιχρῷ παρατηρούμενος τὴν ἐσθῆτα· μὴ μαλακοῖς χρώμενος ἱματίοις· μὴ ἐσθῆτι τὰ φαινομένου δικαίου· μὴ ἐν ῥυπαροῖς ἱματίοις προσερχό μενος· καὶ σακκοφορῶν ἔμπροσθεν τῶν ἀνθρώπων· 28.1642 καὶ φανεὶς ἀνθρωπάρεσκος. Σάκκον δὲ ἂν ἔχῃς, ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇς τοῖς ἀνθρώποις· ἀλλ' ἔσωθεν τοῦ ἱματίου σου ἐν τῇ σαρκί σου ἔστω πρὸς δαμασμὸν τῶν ἀτάκτων παθῶν. Μὴ θέλε δόξαν καὶ ἔπαινον παρὰ ἀνθρώποις ἔχειν. Ὅλως τρίχας μὴ τρέφε· ἔκοψε γὰρ τὸ τοιοῦτον σχῆμα ὁ Ἀπόστολος· μὴ ξηροῦ τὸ γένειον· μηδὲ περικου ρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδος νηστεύειν, μηδενὶ δείκνυε· καὶ ἔσται ὁ μισθός σου πολύς. Κρεῶν δὲ ἀπέχου· οὐχ ὡς βδελυσσόμενος τὰ κτίσματα τοῦ Θεοῦ, ἀλλὰ ἀποκόπτων τὸ σῶμα τῆς πολλῆς τροφῆς, καὶ ἀνάξιον τὸ αὐτὸ ποιῶν τῶν κα λῶν βρωμάτων, ἀντὶ δὲ τῶν ἐπιγείων τῶν οὐρανίων ἀγαθῶν ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι· καλὸν δέ ἐστι πάντα ἐγκρατεύεσθαι διὰ τὴν πολυσαρκίαν. Οἴνου μὴ λάμ βανε ὅλως· ἢ μόνον τοῦ γεύσασθαι ἐν εὐχαριστίᾳ· καὶ εὐλόγει τὸν Θεὸν τὸν κτίσαντα· ἐὰν γὰρ καὶ σὺ, ὥσπερ ὁ τίμιος Τιμόθεος, διὰ πολλὴν ἐγκράτειαν εἰς νόσον περιπεσεῖν ἔχῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλί γον φάρμακόν ἐστιν ἰάσεως· πολὺ δὲ αὐτῷ χρώμενος ἀμφοτέραις ἀσθενείαις σεαυτὸν περιβαλεῖς· εἰ δ' ἕως ποτηρίων δύο ἢ τριῶν· περισσὸν δὲ μή. Εἰ δύ νασαι ἀνυπόδητος ὁδεύειν, γενναίως ποιήσεις· εἰ δὲ ἀνάγκη ἐστὶν ὑποδήσεως, ψιλὰ ἔσονται τὰ ὑποδήματά σου καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασι, κοσμικῷ σχήματι μὴ περιδέεσθαι. Τοῖς παροῦσιν ἀρκοῦ μετρίως. Εἰ δὲ περισσὸν κρέας καὶ οἶνος, δίδου αὐτὰ πτωχοῖς, ὀρφανοῖς, χήραις, ἀδυνάτοις, ξένοις, ἀσθενοῦσι, καὶ τοῖς ἐν φυλακῇ· καὶ ἔσται ὁ μισθός σου πολύς. Ἐὰν ἐπὶ ξένης, μὴ θέλῃς ἑαυτὸν κομπάζειν· ἀλλ' ἴσος γίνου τοῖς ἀδελφοῖς σου ἐν λαχάνοις χρώμενος, καὶ ἑτέροις βρώμασιν. Ἐὰν δὲ χρεία ἐστὶ, χρὴ καὶ ἰχθύος μεταλαμβάνειν. Πάλιν δὲ λέγω· ἐὰν ἀῤῥωστήσῃς καὶ λάβης, οὐκ ἔστιν ἁμαρ τία· εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ βαρέως, καὶ φάγῃς ἐπιθυμῇ τὸν ὀλίγον· διὰ τὴν ἀσθένειαν τῆς σαρκός σου οὐκ ἔστι κρῖμα· ἥττημα μέν σοί ἐστιν· μὴ λό γισαι δὲ αὐτὸ ἁμαρτίαν· λυπήθητι δὲ, ὅτι ἀνεκόπης τῆς πολιτείας σου, καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ. Εἰ δὲ καὶ λουτρῷ χρήσασθαι ἀναγκασθῇς διὰ τὴν νόσον καὶ ἅπαξ καὶ δὶς, οὐκ ἔστιν ἔγκλημα· ὑγιαίνων δὲ οὐ χρείαν ἔχεις λούσασθαι· κἂν ἱερεὺς εἶ· ἀλλὰ μᾶλλον ὑγιαίνοντος τοῦ σώματος χαμεύνην θέλε καὶ βιάζεσθαι εἰς πάντα. Πρὸ πάντων δὲ τέχνην γίνωσκε· ἢ ἐν ἀγρῷ ἐργάζου· ἵνα μὴ ἀργὸς ἐσθίῃς τὸν ἄρτον· μᾶλλον δὲ ἐργάζου ἐν τοῖς ἐργοχείροις σου, ἵνα ἔχῃς δοῦναι πτωχοῖς καὶ ξένοις, ὀρφανοῖς τε καὶ χήραις· καὶ ἢν μεταξὺ ἀδελφῶν οἰκῇς, καὶ ἔχῃς γονικὸν χωρίον, δικαίως συνάγων καρποὺς, καὶ μὴ ἐξ ἀδικίας καὶ πλεονεξίας· πρῶτον τὰς ἀπαρχάς σου τοῖς ἱερεῦσιν ἐν τῇ Ἐκκλησίᾳ πρόσφερε· ἔπειτα χήρας καὶ ὀρφανοὺς ἀνάπαυε, καὶ τοὺς λοιποὺς ἀδυνάτους, ἀπὸ σῶν δικαίων πόνων· μὴ ἀπὸ τόκων καὶ πλεονεξίας. Εἰ δὲ καὶ μόνος καθέζῃ, μὴ ὑβρίζῃς τὴν ἄσκησιν τῆς ἡσυχίας· εἰ ἐν μοναστηρίῳ ἡσυχάζεις, καὶ κτήσῃ χωρίον καὶ πραγματεύου καὶ ἡσυχάζῃς· ἀλλ' ἐμπαίζεις καὶ ἐμπαίζεσαι. Καθήμενος ἐν μοναστηρίῳ, μὴ θέλε ἀργὸς εἶναι, καὶ ὑπὸ ἄλλων τρέ 28.1643 φεσθαι· ἵνα τὴν ἐφήμερον ἔχῃς τροφήν. Καὶ εἰ ἑτέρους νέους ἔχεις περὶ σεαυτὸν, πρῶτον μὲν ταπεινοφροσύνην δίδασκε· καὶ μὴ θέλε αὐτοὺς εἶναι διδασκάλους. Ἐὰν ἴδῃς ψυχὰς σωζομένας διὰ σοῦ, σπούδασον τελειῶσαι τῶν πέντε ταλάντων, ὧν εἴληφας ἀπολαβεῖν τὰ διπλάσια. Μερίμνα ἐπιμελῶς τὰς περὶ σεαυτὸν ψυχάς· καὶ ἐπίστυφε πάντοτε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον τούτων, ἐν τῇ ὁμιλίᾳ καὶ τῇ