1

 2

 3

 4

 5

3

ἀδελφὸς πρὸς σὲ ἐνδημήσει, μετά δος ἀγάπην διὰ τὸν κόπον τῆς ὁδοῦ· σὺ δὲ μὴ γεύσῃ ἕως ὥρας ἐννάτης. Νηστείαν δὲ λέγω τὴν τεταγμένην, τοῦτ' ἔστι πρὸ πάντων τὴν ἁγίαν καὶ ἔνδοξον τεσσαρακοστὴν, καὶ τοῦ λοιποῦ χρόνου τετράδα καὶ παρασκευήν· τὰς δὲ λοιπὰς ἡμέρας, ἤγουν δευτέραν, τρίτην, καὶ πέμπτην, ἐὰν δύνασαι ἀπὸ ἰδίας προαιρέσεως νηστεύειν, ἔσται ὁ μισθός σου πολύς· ἐν ταύ ταις γὰρ ταῖς ἡμέραις καὶ παρὰ τὴν ὥραν διάκρισις γίνεται εἰς φίλον ἐπίσημον· καὶ οὐκ ἔστι κρῖμα διὰ τὴν ἀγάπην· ἡ δὲ τεταγμένη νηστεία ὑπὸ τῶν ἁγίων ἀποστόλων διάκρισις γίνεται· ὁ δὲ παρακούων αὐτὴν ἀπόλλυται μετὰ τῶν γαστριμάργων· ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα τοῦ κόσμου, καὶ ἡ ἀνθρωπαρέσκεια. Τὸ σάββατον μὴ νήστευε ὅλην τὴν ἡμέραν· ἀπρεπὲς γάρ ἐστιν ὅλην τὴν ἡμέραν τοῦ σαββάτου μέχρι δυσμῶν ἡλίου νηστεύειν· ἔξεστι δὲ ἕως ὥρας ἕκτης ἢ ἑβδόμης· τὸ δὲ περισσὸν Ἰουδαϊκὴ αἵρεσίς ἐστιν· ἅπαξ δέ· μὴ ἐπιδυέτω ὁ ἥλιος ἐν σαββάτῳ, εἰ μὴ μόνον τῷ μεγάλῳ σαββάτῳ ἐν τῇ νυκτὶ τοῦ Πάσχα· ἡ δὲ τῆς τετράδος καὶ τῆς παρασκευῆς καὶ τῆς ἁγίας τεσσαρακοστῆς νηστεία τεταγμένη ἐστὶν ἕως ὥρας ἐννάτης· καὶ εἴ τι περισσὸν ποιήσεις παρὰ τὴν σε αυτοῦ προαίρεσιν, ἕξεις τὸν μισθόν. Νηστεύων δὲ καὶ κοιταζόμενος, βλέπε μὴ φυσιωθῇς ἐν τύφῳ καὶ ὑπερηφανίᾳ· ἡ γὰρ φυσίωσις παγίς ἐστι τοῦ διαβόλου, 28.1641 δι' ἧς ἀπὸ τοῦ οὐρανοῦ πέπτωκεν· ὁμοίως δὲ δι' αὐ τῆς τοὺς ἀνθρώπους καταβάλλει παγιδεύων. Μηδείς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν, ἢ ἐν ἑορτῇ δεσπο τικῇ τὸ παράπαν· μηδὲ γονυπετεῖν· οὐ γὰρ ἔστιν ἐν θεσμῷ Ἐκκλησίας, καθὼς προείπαμεν. Καὶ βλέπε μὴ σὲ πλανήσωσί τινες Μαρκιανισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν ἐν σαββάτῳ ἢ κυριακῇ. Μόνον δὲ τῶν συν άξεων, τῆς ψαλμῳδίας, καὶ τῆς ἀναγνώσεως, καὶ τῶν ἀχράντων μυστηρίων μὴ ἀμέλει· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Ἄξιον σεαυτὸν εὐτρε πίζου τῆς ἀχράντου κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ εἰς κρῖμα ἐσθίῃς καὶ πίνῃς. Μὴ ἀμέλει πλύνειν πόδας μοναχῶν ἐρχομένων πρὸς σέ· ζητηθήσεται αὕτη ἡ ἐντολὴ παρὰ τῶν ὑπερηφανευσάντων αὐτὴν, εἰ καὶ ἐπίσκοποι ὦσιν· ὁ γὰρ τούτων Κύριος πρῶτος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, παραγγείλας αὐτοὺς οὕτως ποιεῖν. Μὴ γίνου φιλάργυρος, ἢ αἰσχροκερδής. Μὴ πολὺ χρῆμα, μὴ θέλε κτᾶσθαι ἀργύριον ἢ χρυ σίον πολὺ, ἢ μόνον ἐφόδιον χάριν καὶ τροφῶν καὶ ἀμφίων. Τὸ δὲ περίσσευμα δὸς τοῖς πένησιν· κρεῖτ τον γὰρ ἐν πτωχείᾳ καὶ ἐν ταπεινώσει δουλεύειν Θεῷ ἢ ἐν πλούτῳ καὶ ἀπάτῃ· οἱ γὰρ τοῦ μαμμωνᾶ φίλοι καὶ δοῦλοι Θεῷ ἀρέσαι οὐ δύνανται. Τὸ σύνολον οὖν μὴ πραγματεύου. Πολλαὶ δὲ χωρίαι εἰσὶ μὴ σπείρου σιν· καὶ οἰκοῦνται ἐν τέχνῃ μὴ ἔχοντες, ἀναγκάζον τες πραγματεύεσθαι· καὶ μένουσι μονάζοντες κοπιῶσιν· πλὴν κἂν τόκους μὴ λάμβανε. Ἀγάπα δὲ πάντα ἄνθρωπον· καὶ εἰρήνευε μετὰ πάντων, χωρὶς αἱρετικῶν· ὁ γὰρ αἱρετικὸς λύκος ἐστὶ τῆς τοῦ Χριστοῦ ποίμνης, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. Ἐὰν δὲ ἔχῃς χρήματα ἢ βρώματα, μετάδος τῷ μὴ ἔχοντι· μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ. Ἐὰν ἔλθῃ τις δανείσασθαι ἀπὸ σοῦ τι, καὶ ἔχῃς, δὸς αὐτῷ· καὶ μετὰ μακρο θυμίας λάβε παρ' αὐτοῦ τὸ κεφάλαιον καὶ μόνον· καὶ δίκαιος ἔσῃ. Καὶ μὴ δολιεύου ἐνώπιον Κυρίου· ἐὰν γὰρ ἔχῃς γεννήματα, ἢ ἄλλο τι, καὶ ζητεῖ λειπόμενος δανείσασθαι παρὰ σοῦ ἐξ ἀνάγκης, καὶ διὰ τὸ μὴ λαβεῖν σε τόκον, πωλῇς τιμιωτέρως ἵνα κερδήσῃ διάφορα, τοῦτ' ἔστιν διπλασιάζων· καταμέμφεταί σε ἡ Γραφὴ λέγουσα· ∆ράσσεται ὁ Θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Σκέψαι γὰρ καὶ ὅρα, ὅτι δανείζων ἐν ἀνάγκῃ τὸν πλησίον καὶ μὴ λαμβάνων· ἀνθ' ἑνὸς τόκου τρεῖς καὶ τέσσαρας ἀρχάς· ἀλλὰ δέκα λαμβάνει παρὰ τῷ Θεῷ. Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια τοῦ Θεοῦ. Μὴ γίνου μάχιμος· μηδὲ τύπτε ἄνθρωπον πολλὰ, εἰ μὴ μόνον παιδίον ἐν γράμμασι πρὸς παιδείαν καὶ νουθεσίαν Κυρίου· καὶ αὐτὸ παρατετηρημένως· μόνον διὰ φό βον μετρίως ὀλίγα καὶ ἐλαφρά. Σκόπει μή πως διὰ