1

 2

 3

 4

 5

2

καὶ οὐ ποιηθέντα· αὐτοὶ γὰρ λέγουσι κτίσμα τὸν Υἱὸν εἶναι. Πρὸς δὲ τὸ ἀναπληρῶσαι πάντα τὰ τῆς πίστεως μέρη ἔτι ὁμολογοῦντες ταῦτα λέγομεν· ὅτι πιστεύομεν εἰς ἒν βάπτισμα, εἰς μίαν Ἐκκλησίαν, εἰς ἀνάστασιν νεκρῶν, εἰς βασιλείαν οὐρανῶν, εἰς κρίσιν αἰώνιον. Τὸν Θεὸν ὁμολογοῦμεν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· Πατέρα ἀκατάληπτον, ἀπερινόητον, ἀόριστον, καὶ ἀνόητον· πνεῦμα γὰρ ὁ Θεός· θελή ματι δὲ αὐτοῦ καὶ ἀληθείᾳ καὶ εὐδοκήσει ὀφθὲν καὶ λαλῆσαν προφήταις, καὶ δικαίοις· τῷ Ἀδὰμ, τῷ Νῶε, τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, τῷ Ἰακὼβ, Σαμουήλ τε καὶ ∆αυῒδ, Ἠλίου καὶ Ἐλισσαίῳ· καὶ τοῖς λοιποῖς ἅπαξπροφήταις· Θεὸν αὐτὸν ὄντα τῆς Καινῆς καὶ Παλαιᾶς ∆ιαθήκης. Ὅσα δὲ ἡ Γραφὴ λέγει, ὀφθαλμὸς Κυρίου, ὦτα Κυρίου, καὶ ὅσα τοιαῦτα περὶ Θεοῦ λέγει ἡ Γραφὴ, ἀληθῆ εἰσιν· καὶ οὕτως πιστεύομεν· ἀκαταλήπτως δὲ καὶ ἀπερινοήτως· καὶ πάντα ἄνθρω πον κατ' εἰκόνα εἶναι Θεοῦ. Ἔστι δὲ ὁ βίος τῶν υἱῶν τῆς αὐτῆς καθολικῆς Ἐκκλησίας, καὶ μάλιστα ἐπισκόπων καὶ κληρικῶν καὶ μοναζόντων καὶ τῶν λοιπῶν Χριστιανῶν, καὶ ὡς τοῖς υἱοῖς αὐτῶν ἐντέλ λονται· πρῶτον αὐτοὶ οὕτως διάγοντες καὶ διδάσκον τες· οὕτως χάριτί ἐστε σεσωσμένοι. Ἀλλ' ἡ χάρις βούλεται αὐθαιρέτους εἶναι καὶ παντὸς καλοῦ, καὶ ἀγαθοῦ· καὶ ζηλωτὰς τῆς ὀρθοδόξου πίστεως ἄξιον· καὶ αὐτὸν εὐτρεπίζειν· πρόδηλον καὶ ταῦτα φυλάττειν· καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγα πήσεις αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν· οὐ φονεύσωμεν· οὐ μοιχεύσωμεν· οὐ παιδοφθορήσωμεν· οὐ φαρμακεύσωμεν· οὐ κλέψωμεν· οὐ ψευδομαρτυρήσωμεν· οὐ διχοστατήσωμεν· ἀπεχώμεθα πνικτοῦ καὶ αἵματος, καὶ πλεονεξίας. Ὅρα, ἄνθρωπε, μήτις σε ἀπατήσει τῆς πίστεως ταύτης· ἐπεὶ παρεκτός σε Θεοῦ διδάσκει. Ταῦτά εἰσι τὰ προφανῆ ἁμαρτήματα· αἱ δὲ ὡς ἐλάχισται φαινόμεναι ἐντολαί· ὧν καὶ αὐ τῶν λόγον ἀπολύσωμεν· τοὺς μονάζοντας γυναικῶν ὑπὲρ πάντα κεχωρισμένους εἶναι· μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, μήτε ὁρᾷν αὐτὰς, μήτε φιλοτιμεῖ σθαι, ἵνα μὴ ᾄδη αὐτῶν· ψυχῆς ζημία γένηται· ἐὰν μοιχεύῃ ἡ καρδία σου, ἁμαρτάνεις μεγάλως. Φυλάτ τεσθαι δὲ πάλιν μὴ εἶναι δίγλωσσον ἢ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαίρως περιπατοῦντα, μήτε ῥεμβόμενον, μὴ ἀναίσχυντον, μήτε ὀργίλον, μήτε πάροινον, ἢ φιλάργυρον, μὴ ὑπερήφανον, μὴ αὐθάδην, μὴ σαπρὸν λόγον φέροντα, μήτε ὅρκον 28.1640 ὅλως τὸ παράπαν· ἀλλὰ τὸ, ναὶ, ναὶ, καὶ τὸ, οὒ, οὔ· καὶ ἐάν που ἀνάγκη τινὰ λέγειν ἐν ὁμιλίᾳ, γίνωσκε. Ἀλήθειαν λέγω· οὐ ψεύδομαι. Τὸ δὲ σεβάσμιον ὄνο μα τοῦ Θεοῦ ἐφ' ὅρκῳ μὴ λάβε, μήτε τινὰ ὅρκῳ, καθὼς εἶπε τὸ ἅγιον Εὐαγγέλιον· ταῦτα γὰρ πάντα τὰ σφάλματα οὐ προσήκει, οὔτε ἁρμόζει τοῖς μο ναχοῖς· ἀλλὰ καὶ ἀπὸ Ἐκκλησίας ἐκβάλλειν τὸν μὴ παραφυλαττόμενον ἐν τούτοις. Ἔτι δὲ αὐτὸν μὴ γυμνοῦν ἐνώπιόν τινος τὸ σύνολον, εἰ μὴ δι' ἀνάγκην ἀσθενείας, ἐν λουτρῷ, ἢ διὰ πάθος, ἢ ἐν βάθει ὑδά των. Μηδὲ ὑβρίσῃς ἀδελφὸν ῥακὰ, ἢ μωρόν· ἑορταῖς δὲ ἐθνικαῖς μὴ συγκοινωνεῖν· τὰ σάββατα μὴ φυλάτ τειν, καθάπερ οἱ Ἰουδαῖοι· μὴ μαγεύειν· μὴ φαρ μακεύειν· μηδὲ συμπράττειν ταῦτα ἐπὶ νόσῳ ἢ πάθει ἢ ἐν δείγματι· μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν· μήτε φυλακτήρια ἑαυτῷ περιτιθέναι· μήτε περικαθαίρειν μήτε ἀφ' ἑαυτοῦ μήτε ἀπὸ ἄλλου τινός· ἀλλὰ πάν τοτε τὸ σῶμα φύλαττε ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας· μήτε ἔχειν γυναῖκας συνάκτους (φ. συνεισάκτους) καθάπερ τινὲς ἀγαπητὰς ὑπέθεντο· τάχα ἐπ' ἐσχάτων μισηταὶ ἐν αὐτῷ εὑρεθήσονται, καὶ πι κρότεραι χολῆς· μὴ ἔχε κατὰ ψυχὴν ἔχθραν κατά τινος, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ συνεύχου μετὰ αἱρετικῶν ἢ μετὰ ἐθνικῶν, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ παράβαινε νηστείαν Κυρίου, τοῦτ' ἔστι τετράδα καὶ παρασκευὴν, εἰ μὴ ἔτι ἐπὶ νόσῳ βεβάρησαι· χωρὶς τῆς ἑβδομάδος τοῦ ἁγίου Πάσχα καὶ τῆς Πεντηκοστῆς, καὶ τῶν δεσποτικῶν ἑορτῶν, τῶν δώδεκα· τὰς δὲ λοιπὰς ἡμέρας ἀκριβῶς φύλαττε. Μὴ λύειν τὴν νηστείαν χωρὶς ἀνάγκης· εἴτε καὶ