Fragmenta de principiis 1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11-18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ π

 πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξε

 212, 3-8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξι

 φιλοπόνου τὸ φρόνημά ἐστι. (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ

 7-8: (τὸ γὰρ εἰπεῖν, φησί (scil. ορ.), τὸν προφή-την «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλ

Fragmenta de principiis 1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11-18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ πεπιστευκότες καὶ πεπεισμένοι), τοῦτο <τὸ> ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. -( Euseb.:) Οὔτ' εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· (Οἱ πεπιστευκότες [ἢ] καὶ πεπεισμένοι), καὶ συνάψαντι ἑξῆς· (»τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι» καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· «ἐγώ εἰμι ἡ ἀλήθεια».) 2Antip. Bostr. bei Joh. Damasc. Sacra parall., PG 96, 501 C: ὑμῶν (der Origenisten) γάρ ἐστιν ἡ φωνή, ὅτι (ὄνομα ἀσωμάτου οὐκ ἴσασιν οὐ μόνον οἱ πολλοί, ἀλλ' οὐδὲ ἡ γραφή.) 3 Antip. Bostr. a. a. O.: καὶ πάλιν ὅτι (ἐν τῷ κηρύγματι καὶ τὸ εἶναί τινας ἀγγέλους καὶ δυνάμεις κρείττονας, λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται· πότε δὲ ἐκτίσθησαν καὶ τίνα τὰ περὶ αὐτούς, οὐδαμῶς τις ἐσαφήνισεν.) 4 Just. Ep. ad Menam (p. 09, 4-7 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου (scil. De princ.). (Γενόμενοι τοίνυν ἡμεῖς κατ' εἰκόνα, τὸν υἱὸν πρωτότυπον ὡς ἀλήθειαν ἔχομεν τῶν ἐν ἡμῖν καλῶν τύπων· αὐτὸς δὲ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς αὐτόν, τοιοῦτός ἐστι πρὸς τὸν πατέρα ἀλήθειαν τυγχάνοντα.) 5 Just. Ep. ad Menam (p. 10, 1-4 Schw.): Ὅτι συναΐδια τοῦ θεοῦ τὰ κτίσματα, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Πῶς δὲ οὐκ ἄτοπον τὸ μὴ ἔχοντά τι τῶν πρεπόντων αὐτῷ τὸν θεὸν εἰς τὸ ἔχειν ἐληλυθέναι; εἰ δὲ οὐκ ἔστιν ὅτε παντοκράτωρ οὐκ ἦν, ἀεὶ εἶναι δεῖ ταῦτα, δι' ἃ παντοκράτωρ ἐστί, καὶ ἀεὶ ἦν ὑπ' αὐτοῦ κρατούμενα, ἄρχοντι αὐτῷ χρώμενα.) 6 Just. Ep. ad Menam(p. 10, 1-6 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (Οὕτω τοίνυν ἡγοῦμαι καὶ ἐπὶ τοῦ σωτῆρος καλῶς ἂν λεχθήσεσθαι ὅτι «εἰκὼν ἀγαθότητος θεοῦ» ἐστιν, ἀλλ' οὐκ αὐτοαγαθόν. καὶ τάχα καὶ ὁ υἱὸς ἀγαθός, ἀλλ' οὐχ ὡς ἁπλῶς ἀγαθός. καὶ ὥσπερ «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ κατὰ τοῦτο θεός, ἀλλ' οὐ περὶ οὗ λέγει αὐτὸς ὁ Χριστὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», οὕτως «εἰκὼν τῆς ἀγαθότητος», ἀλλ' οὐχ ὡς ὁ πατὴρ ἀπαραλλάκτως ἀγαθός.) 7 Just. Ep. ad Menam(p. 10, 7-10 Schw.): Ὅτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασι, δι' ὃ καὶ λειτουργικὰ αὐτὰ ζῷα καλεῖ, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ὅτι μὲν οὖν πᾶν ὅ τι ποτὲ παρὰ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων γενητόν ἐστιν, ἐκ τῆς ἀκολουθίας πειθόμεθα.) 8 Just. Ep. ad Menam(p. 10, 10-14 Schw.): καὶ μετά τινα· (Ἔλεγε δὲ ὁ Ἑβραῖος τὰ ἐν τῷ Ἡσαίᾳ δύο Σεραφὶμἑξαπτέρυγα, κεκραγότα ἕτερον πρὸς τὸ ἕτερον καὶ λέγοντα· «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ» τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡμεῖς δὲ οἰόμεθα ὅτι καὶ τὸ ἐν τῇ ᾠδῇ Ἀμβακούμ· «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ» περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται.) 9 Just. Ep. ad Menam(p. 08, 6-3 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς ἕκαστον τῶν ὄντων, μεταδιδοὺς ἑκάστῳ ἀπὸ τοῦ ἰδίου τὸ εἶναι ὅπερ ἐστίν, ἐλαττόνως δὲ παρὰ τὸν πατέρα ὁ υἱὸς φθάνων ἐπὶ μόνα τὰ λογικά (δεύ τερος γάρ ἐστι τοῦ πατρός), ἔτι δὲ ἡττόνως τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον· ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ πατρὸς παρὰ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλείων δὲ ἡ τοῦ υἱοῦ παρὰ τὸ πνεῦμα τὸ ἅγιον, καὶ πάλιν διαφέρουσα μᾶλλον τοῦ ἁγίου πνεύματος ἡ δύναμις παρὰ τὰ ἄλλα ἅγια.) 10 Just. Ep. ad Menam(p. 10, 5-7 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (Πάντα τὰ γένη καὶ τὰ εἴδη ἀεὶ ἦν, ἄλλος δέ τις ἐρεῖ καὶ τὸ καθ' ἓν ἀριθμῷ· πλὴν ἑκατέρως δηλοῦται ὅτι οὐκ ἤρξατο ὁ θεὸς δημιουργεῖν ἀργήσας ποτέ.) 11 Just. Ep. ad Menam(p. 10, 8-211, 7 Schw.): Περὶ τῆς προϋπ άρξεως τῶν ψυχῶν, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ἐξ ἰδίας αἰτίας τῶν μὴ προσεχόντων ἑαυτοῖς ἀγρύπνως γίνονται τάχιον ἢ βράδιον μεταπτώσεις, καὶ ἐπὶ