Fragmenta de principiis 1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11-18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ π

 πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξε

 212, 3-8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξι

 φιλοπόνου τὸ φρόνημά ἐστι. (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ

 7-8: (τὸ γὰρ εἰπεῖν, φησί (scil. ορ.), τὸν προφή-την «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλ

212, 3-8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξιν τὴν ἀπὸ τοῦ ζῆν τῷ πνεύματι γέγονεν ἡ νῦν λεγομένη ψυχή, οὖσα καὶ δεκτικὴ τῆς ἐπανόδου τῆς ἐφ' ὅπερ ἦν ἐν ἀρχῇ. Ὅπερ νομίζω λέγεσθαι ὑπὸ τοῦ προφήτου ἐν τῷ· «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου»· ὥστε ὅλον τοῦτο εἶναι νοῦς.) 24 Just. Ep. ad Menam(p. 190, 7-14 Schw. [† i] und p. 209, 1-6 Schw. [† ii]): ι Προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῷ Περὶ ἀρχῶν αὐτοῦ πρώτῳ λόγῳ ἐπ' αὐτῆς λέξεως εἰπὼν οὕτως· (Ἐν τῇ ἐπινοουμένῃ ἀρχῇ τοσοῦτον ἀριθμὸν τῷ βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι· πεπερασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ μὴ προφάσει εὐφημίας τὴν περιγραφὴν αὐτῆς περιαιρετέον. Ἐὰν γὰρ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴν νοεῖν· τῇ γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον. Πεποί ηκε τοίνυν τοσαῦτα, ὧν ἠδύνατο περιδράξασθαι καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν· ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι.) iiὍτι πεπερασ μένη ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς δύναμις, ἐκ τοῦ δευτέρου λόγου τοῦ αὐτοῦ βιβλίου. (Πεπερασμένην γὰρ εἶναι-περιαιρετέον.) Καὶ μετ' ὀλίγα· (Πεποίηκε τοίνυν-ὅσην ἠδύνατο διακοσμῆσαι.) 27 Just. Ep. ad Menam(p. 211, 28-212, Schw.): Ἐκ τοῦ τρίτου λόγου τοῦ αὐτοῦ βιβλίου περὶ τοῦ αὐτοῦ (scil. ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις). (Λεγομένου τοῦ θεοῦ «πάντα γίνεσθαι ἐν πᾶσιν», ὥσπερ οὐ δυνάμεθα κακίαν καταλιπεῖν, ὅτε θεὸς «πάντα γίνεται ἐν πᾶσιν», οὐδὲ ἄλογα ζῷα, ἵνα μὴ καὶ ἐν κακίᾳ ὁ θεὸς γίνηται καὶ ἐν ἀλόγοις ζῴοις, ἀλλ' οὐδὲ ἄψυχα, ἵνα μὴ καὶ ἐν αὐτοῖς ὁ θεός, ὅτε «πάντα γίνεται», οὕτως οὐδὲ σώματα, ἅτινα τῇ ἰδίᾳ φύσει ἄψυχά εἰσιν.) 29 Just. Ep. ad Menam(p. 2213, 8-10 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. τετάρτου) λόγου. (Τίς νοῦν ἔχων ὁρίσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε καὶ πρωΐαν χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων;) 30 Just. Ep. ad Menam(p. 13, 1-7 Schw.): Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου, ὅτι καὶ ὑπὲρ δαιμόνων δεῖ τὸν Χριστὸν σταυρωθῆναι, καὶ πολλάκις τοῦτο εἰς τοὺς ἐσομένους αἰῶνας. (Ἀλλὰ κἂν μέχρι τοῦ πάθους τις ζητήσῃ, τολμηρὸν δόξει ποιεῖν περὶ τὸν οὐράνιον τόπον αὐτὸ ζητῶν. ἀλλ' εἰ ἔστι «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», ὅρα εἰ ὥσπερ ἐνθάδε οὐκ αἰδούμεθα σταυρούμενον ὁμολογεῖν ἐπὶ καθαιρέσει ὧν καθεῖλε διὰ τοῦ πεπονθέναι, οὕτως κἀκεῖ τὸ παραπλήσιον διδόντες γίνεσθαι καὶ εἰς τὸ ἑξῆς «ἕως τῆς συντελείας τοῦ παντὸς αἰῶνος» οὐ φοβηθησόμεθα.) 31 Marcell. Anc. bei Euseb. C. Marcell. I 4 (p. 21, 16-22 Kl.): ... ἐκ τῶν Ὠριγένους ῥητῶν ... ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· (Ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρός, ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίνεται πατήρ, οὐ προβαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.) 32 Just. Ep. ad Menam(p. 209, 11-15 Schw.): Ὅτι κτίσμα καὶ γενητὸς ὁ υἱός, ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου. (Οὗτος δὴ ὁ υἱὸς ἐκ θελή-ματος τοῦ πατρὸς ἐγενήθη, «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑποστάσεως αὐτοῦ», «πρω-τότοκος πάσης κτίσεως», κτίσμα, σοφία· αὐτὴ γὰρ ἡ σοφία φησίν· «ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ».) 33 Athan. De decr. Nic. syn. 27, 1-2 (p. 23, 17-30 Opitz): Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ ἑτέρας οὐσίας ἢ ὑπο- στάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον <γέννημα> αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συνόδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· ἃ δὲ ὡς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ