Fragmenta de principiis 1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11-18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ π

 πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξε

 212, 3-8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξι

 φιλοπόνου τὸ φρόνημά ἐστι. (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ

 7-8: (τὸ γὰρ εἰπεῖν, φησί (scil. ορ.), τὸν προφή-την «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλ

πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξει ἐν τῇ ἐσομένῃ διακοσμήσει τάξιν ἀγγελικὴν ἢ δύναμιν ἀρχικὴν ἢ ἐξουσίαν τὴν ἐπί τινων ἢ θρόνον τὸν ἐπὶ βασι λευομένων ἢ κυρείαν τὴν κατὰ δούλων· οἱ δὲ οὐ πάνυ τι ἐκπεσόντες τὴν ὑπὸ τοῖς εἰρημένοις οἰκονομίαν καὶ βοήθειαν ἕξουσι. καὶ οὕτως κατὰ μὲν τὸ πλεῖστον ἀπὸ τῶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας, τάχα δὲ ἔσθ' ὅτε καὶ ἀπ' αὐτῶν συστήσεται τὸ τῶν ἀνθρώπων γένος ἐν τῷ καθ' ἕνα κόσμῳ.) 12 Just. Ep. ad Menam(p. 211, 8-12 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου, ὅτι εἰ μεταβάλοιεν ἐπὶ τὸ κρεῖττον οἱ δαίμονες, συμπλη ρώσουσί ποτε ἀνθρωπότητα. (Οἶμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμέ νων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ' ἕκαστον κόσμον ἤ τινας κόσμους ἐνίους τάχιον, <ἐνίους δὲ βράδιον> εὐεργετου μένους καὶ βουλησομένους ἐξ αὑτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα.) 13 Just. Ep. ad Menam(p. 1, 0-3 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου, ὅτι ἔμψυχος ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες. (Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.) 14 Just. Ep. ad Menam(p. 1, 4-30 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (»Κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον.» Νομίζω γὰρ ὅτι λέγοι ἂν ὁ ἥλιος ὅτι «κάλλιον ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον». Καὶ ὁ μὲν Παῦλος· «ἀλλὰ τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς», ὁ δὲ ἥλιος· «τὸ ἐπιμένειν τῷ οὐρανίῳ τούτῳ σώματι ἀναγκαιότερον διὰ τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ». Τὰ δὲ αὐτὰ καὶ περὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων λεκτέον.) 17b Just. Ep. ad Menam(p. 11, 17-3 Schw.): Ὅτι καὶ τὸν ἔνυδρον ἔσθ' ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ἡ ψυχὴ ἀπορρέουσα τοῦ καλοῦ καὶ τῇ κακίᾳ προσκλι νομένη καὶ ἐπὶ πλεῖον ἐν ταύτῃ γινομένη, εἰ μὴ ὑποστρέφοι, ὑπὸ τῆς ἀνοίας ἀποκτηνοῦται καὶ ὑπὸ τῆς πονηρίας ἀποθηριοῦται.) Καὶ μετ' ὀλίγα· (καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν' οὕτως εἴπω, βίον· καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζῴου ἀλόγου.) 18 Just. Ep. ad Menam(p. 11, 13-16 Schw.): Περὶ τῆς τῶν ἄνωθεν εἰς σῶμα καταγωγῆς. (Οὕτω δὴ ποικιλωτάτου κόσμου τυγχάνοντος καὶ τοσαῦτα διάφορα λογικὰ περιέχοντος τί ἄλλο χρὴ λέγειν αἴτιον γεγονέναι τοῦ ὑποστῆναι αὐτὸν ἢ τὸ ποικίλον τῆς ἀποπτώσεως τῶν οὐχ ὁμοίως τῆς ἑνάδος ἀπορρεόντων;) 19 Just. Ep. ad Menam(p. 11, 4-7 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. δευτέρου) λόγου, ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις. (Εἰ δὲ τὰ ὑποταγέντα τῷ Χριστῷ ὑποταγήσεται ἐπὶ τέλει καὶ τῷ θεῷ, πάντες ἀποθή σονται τὰ σώματα. Καὶ οἶμαι ὅτι τότε εἰς τὸ μὴ ὂν ἔσται ἀνάλυσις τῆς τῶν σωμάτων φύσεως, ὑποστησομένης δεύτερον ἐὰν πάλιν λογικὰ ὑποκα ταβῇ.) 220 Just. Ep. ad Menam(p. 10, 15-0 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, ὅτι ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον. ∆ιὰ τοῦτο καὶ ἄνθρωπος γέγονε Χριστός, ἐξ ἀνδραγαθήματος τούτου τυχών, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιά σεως παρὰ τοὺς μετόχους σου». Ἔπρεπε δὲ τὸν μηδέποτε κεχωρισ μένον τοῦ μονογενοῦς συγχρηματίσαι τῷ μονογενεῖ καὶ συνδοξασθῆναι αὐτῷ. 21 Just. Ep. ad Menam(p. 21,2 9-14 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. δευτέρου) λόγου περὶ τοῦ αὐτοῦ. (Ὥσπερ «σῶσαι ἦλθεν τὸ ἀπολωλὸς» ὁ σωτήρ, ὅτε μέντοι σῴζεται τὸ ἀπολωλός, οὐκέτι ἐστὶν ἀπολωλός· οὕτως ἣν σῶσαι ἦλθε ψυχήν, ὡς σῶσαι τὸ ἀπολωλός, οὐκέτι μένει ψυχὴ ἡ σωθεῖσα ψυχή. Ἔτι βασανιστέον εἰ ὥσπερ τὸ ἀπολωλὸς ἦν ὅτε οὐκ ἀπολώλει καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται ἀπολωλός, οὕτω καὶ ἡ ψυχὴ ἦν ὅτε οὐκ ἦν ψυχὴ καὶ ἔσται ὅτε οὐκ ἔσται ψυχή.) 23b Just. Ep. ad Menam(p.