Fragmenta de principiis 1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11-18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ π

 πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξε

 212, 3-8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξι

 φιλοπόνου τὸ φρόνημά ἐστι. (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ

 7-8: (τὸ γὰρ εἰπεῖν, φησί (scil. ορ.), τὸν προφή-την «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλ

φιλοπόνου τὸ φρόνημά ἐστι. (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου», ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ «ὁμοιότης» τυγχάνων τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην «φῶς» λεγόμενος («ὁ θεὸς» γὰρ «φῶς ἐστιν») «ἀπαύγασμα» οὐκ εἶχε τῆς ἰδίας «δόξης», ἵνα τολμήσας τις ἀρχὴν δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστά-σεως τοῦ πατρὸς «εἰκών», ὁ «χαρακτήρ», <ὁ> λόγος ὁ «γινώσκων τὸν πατέρα» οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός», ὅτι ἐρεῖ καὶ τό· σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν.) 34 Athan. De decr. Nic. syn. 27, 3 (p. 23, 30-24, 3 Opitz): Καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· (Ἀλλ' οὐ θέμις ἐστὶν οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ ὅσον ἐφ' ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, σοφίας ὄντος, «ᾗ προσέχαιρεν»· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων νοηθήσεται.) 36Theoph. Al. Ep. pasch. II bei Theodoret Eranistes, dial. II (PG 83, 197 C): ... γράφει γὰρ οὕτως· (Οὐ δήπου γὰρ ἡ «τεταραγμένη» καὶ «περίλυπος» οὖσα ψυχὴ ὁ «μονογενὴς» καὶ «πρωτότοκος πάσης κτίσεως» ἐτύγ-χανεν οὖσα. ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν».) εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὡμολόγηται, πῶς ἡ ψυχὴ τούτου «ἴσα θεῷ» καὶ «ἐν μορφῇ αὐτοῦ»; αὐτὴν γὰρ εἶναι φάμενος τὴν «κενώσασαν ἑαυτὴν» καὶ «μορφὴν δούλου λαβοῦσαν», ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. εἰ γὰρ «ἐν μορφῇ θεοῦ ὑπάρχει» ὁ λόγος καὶ «ἴσα θεῷ» τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι; 37 Theoph. Al., am gleichen Ort (PG 83, 197 AB): ... καὶ λέγων αὐτοῖς ῥήμασιν οὕτως· (Ὥσπερ «ὁ υἱὸς καὶ πατὴρ ἕν εἰσιν», οὕτω καὶ ἣν εἴληψεν ὁ υἱὸς ψυχὴν καὶ αὐτὸς ἕν εἰσιν.) 38 Just. Ep. ad Menam(p. 209, 7-10 Schw.): Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου. (Μηδεὶς προσκοπτέτω τῷ λόγῳ, εἰ μέτρα ἐπιτίθεμεν καὶ τῇ τοῦ θεοῦ δυνάμει. ἄπειρα γὰρ περιλαβεῖν τῇ φύσει ἀδύνατον τυγχάνει. ἅπαξ δὲ πεπερασμένων ὄντων, ὧν περιδράττεται αὐτὸς ὁ θεός, ἀνάγκη ὅρον εἶναι μέχρι πόσων πεπερασμένων διαρκεῖ.) 39 Just. Ep. ad Menam(p. 209, 16-23 Schw.): Ὅτι καὶ περιέχεται μετὰ τῶν ἄλλων κτισμάτων ὁ υἱὸς ὑπὸ τοῦ πατρός, καὶ κατὰ πάντα μείζων ἐστὶν ὁ πατὴρ τοῦ υἱοῦ, καὶ ἀόρατος αὐτῷ τυγχάνει, ἐκ τοῦ αὐτοῦ Περὶ ἀρχῶν τετάρτου λόγου. (Εἰ δὲ ὁ πατὴρ ἐμπεριέχει τὰ πάντα, τῶν δὲ πάντων ἐστὶν ὁ υἱός, δῆλον ὅτι καὶ τὸν υἱόν. ἄλλος δέ τις ζητήσει εἰ ἀληθὲς τὸ ὁμοίως τὸν θεὸν ὑφ' ἑαυτοῦ γινώσκεσθαι τῷ γινώσκεσθαι αὐτὸν ὑπὸ τοῦ μονογενοῦς, καὶ ἀποφανεῖται ὅτι τὸ εἰρημένον «ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν» ἐν πᾶσιν ἀληθές· ὥστε καὶ ἐν τῷ νοεῖν ὁ πατὴρ μείζων, ὡς καὶ τρανοτέρως καὶ τελειοτέρως νοεῖται ὑφ' ἑαυτοῦ ἢ ὑπὸ τοῦ υἱοῦ.) 40 Just. Ep. ad Menam(p. 212, 15-19 Schw.): Ἐκ τοῦ τετάρτου λόγου. (Ἀνάγκη μὴ προηγουμένην τυγχάνειν τὴν τῶν σωμάτων φύσιν, ἀλλὰ ἐκ διαλειμμάτων ὑφίστασθαι διά τινα συμπτώματα γινόμενα περὶ τὰ λογικὰ δεόμενα σωμάτων, καὶ πάλιν τῆς ἐπανορθώσεως τελείως γινομένης εἰς τὸ μὴ εἶναι ἀναλύεσθαι ταῦτα, ὥστε τοῦτο ἀεὶ γίνεσθαι.) Max. Conf. Schol. in lib. De eccl. hier. 6, 6 (PG 4, 173): Μὴ οὖν τις τῶν Ὠριγένους μυστῶν οἰέσθω τὸ παρὸν ῥητὸν συνηγορεῖν τῇ κακοπίστῳ αὐτοῦ δόξῃ, φάσκων ὅτι ἀεὶ πτῶσις καὶ ἀνάκλισις καὶ μετάπτωσις τῶν οὐρανίων γίνεται νοῶν, ὥς φησιν Ὠριγένης μὲν ἐν τῷ Περὶ ἀρχῶν πρώτῳ λόγῳ οὕτως· (Ὁ τοίνυν λόγος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν ἀπὸ παντὸς οὑτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι.) Καὶ μετὰ βραχέα ἐπάγει λέγων· (Μετὰ τὸ ἐπὶ πᾶσι τέλος πάλιν ἀπόρρευσις καὶ κατάπτωσις γίνεται.) Epiph. Haer. 64, 4, 6: (ψυχὴν γάρ, φησι, διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψῦχθαι.) 3 Epiph. Haer. 64, 4,