Τοῦ μεγάλου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία περὶ τῶν διαβαλλόντων τὴν ἐν τῷ διωγμῷ φυγὴν αὐτοῦ.

 1 Ἀκούω Λεόντιον τὸν νῦν ἐν Ἀντιοχείᾳ καὶ Νάρκισσον τὸν ἀπὸ τῆς πόλεως Νέρωνος καὶ Γεώργιον τὸν νῦν ἐν Λαοδικείᾳ καὶ τοὺς σὺν αὐτοῖς Ἀρειανοὺς πολλὰ π

 2 Ἐπειδὴ δὲ προσποιοῦνται δειλίαν ἐγκαλεῖν, ἀναγκαῖον ὀλίγα περὶ τούτου γράψαι. ∆ειχθήσονται γὰρ ἐκ τούτου πονηροί τε τὸν τρόπον καὶ μὴ ἐντετυχηκότες

 3 Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτω διέθηκαν, ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι π

 4 Ἆρ' οὖν διὰ τὰ τοσαῦτα κόρον ἔχουσι καὶ λοιπὸν ἠρέμησαν· Οὐδαμῶς. Οὔτε γὰρ ἐπαύσαντο, ἀλλά, κατὰ τὴν ἐν ταῖς Παροιμίαις βδέλλαν, μᾶλλον νεανιεύονται

 5 Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου, περιττόν ἐστιν ἐμὲ καὶ λέγειν· ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξορισθῆναι π

 6 Ἐκεῖθεν γὰρ καὶ εἰς τὴν Ἀλεξάνδρειαν πάλιν ἐπεφύησαν, ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι, καὶ γέγονε χείρονα τὰ νῦν τῶν προτέρων. Στρατιῶται γὰρ ἐξαίφν

 7 Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμών, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας τὰ νῶτα

 8 Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ' οἷς πρότερον καθ' ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χε

 9 Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τού τοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν,

 10 Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι' ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ' αἵματα διψῶντες, ὥσπερ σαγήνα

 11 Ἢ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι. Καὶ γὰρ καὶ οἱ μαθηταὶ «διὰ τὸν φόβον τῶν Ἰουδαίων» ἀνεχώ

 12 ∆ιὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος δι' ἡμᾶς γενόμενος ἄνθρωπος κατηξίωσε ζητούμενος ὡς ἡμεῖς κρυβῆναι· καὶ πάλιν διωκόμενος, φεύγειν καὶ τὴν ἐπιβουλὴν ἐκκ

 13 Ἄρα ταῦτα βλέποντες, μᾶλλον δὲ κἂν ἀκούοντες ἐπεὶ μὴ βλέπουσι, πῶς κατὰ τὸ γεγραμμένον οὐ θελήσουσι γενέσθαι πυρίκαυστοι, ὅτι ἐναντία ὧν ὁ Κύριος π

 14 Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὢν τοῦ Πατρὸς καιρὸν οὐκ εἶχεν· αὐτὸς γὰρ τῶν καιρῶν ἐστι δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκά

 15 Ὥσπερ δὲ ταῦτα γέγραπται, δείκνυσιν ὁ Λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων μεμετρημένον. Τοῦ δὲ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνο

 16 Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ' αὐτοῦ γὰρ καὶ π

 17 Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς

 18 Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φ

 19 Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρ

 20 Ὁ γοῦν πατριάρχης Ἰακὼβ φεύγων πλειόνων ὀπτασιῶν, καὶ τούτων θείων, κατηξιοῦτο· καὶ μᾶλλον ἠρεμῶν αὐτὸς ἔσχεν ὑπὲρ ἑαυτοῦ τὸν Κύριον τὸν μὲν Λάβαν

 21 Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος ∆αυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμε

 22 Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι' οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ' ἄλλοις καὶ

 23 Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ' ὁτιοῦν ἄν τις εἴποι κατ' ἀξίαν ἑαυτῶ

 24 Ἱκανὰ μὲν οὖν ταῦτα τὴν μανίαν τῶν ἀσεβῶν ἀνατρέψαι, καὶ δεῖξαι μηδὲν ἕτερον αὐτοὺς σπουδάζοντας ἢ ἵνα μόνον εἰς λοιδορίας καὶ βλασφημίας φιλονεικῶ

 25 Τῆς τοίνυν Προνοίας οὕτως καὶ παραδόξως ῥυσαμένης, τίς ἂν δικαίως μέμψιν ἐπαγάγοι ὅτι μὴ τοῖς ζητοῦσιν ἑαυτοὺς ἐκδότους δεδώκαμεν, ἢ ὑποστρέψαντες

 26 Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτο

 27 Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί,

18. The Saints who fled were no cowards.

Of a truth no one can possibly doubt that they were well furnished with the virtue of fortitude. For the Patriarch Jacob who had before fled from Esau, feared not death when it came, but at that very time blessed the Patriarchs, each according to his deserts. And the great Moses, who previously had hid himself from Pharaoh, and had withdrawn into Midian for fear of him, when he received the commandment, ‘Return into Egypt83    Vid. Ex. iii. 10,’ feared not to do so. And again, when he was bidden to go up into the mountain Abarim84    Deut. xxxii. 49. and die, he delayed not through cowardice, but even joyfully proceeded thither. And David, who had before fled from Saul, feared not to risk his life in war in defence of his people; but having the choice of death or of flight set before him, when he might have fled and lived, he wisely preferred death. And the great Elijah, who had at a former time hid himself from Jezebel, shewed no cowardice when he was commanded by the Spirit to meet Ahab, and to reprove Ahaziah. And Peter, who had hid himself for fear of the Jews, and the Apostle Paul who was let down in a basket, and fled, when they were told, ‘Ye must bear witness at Rome85    Vid. Acts xxiii. 11. [The reference to the Roman martyrdom of the two great Apostles should be noted. The tradition is as old as Clem. Rom.; much older than that of the Roman Episcopate of one of them.],’ deferred not the journey; yea, rather, they departed rejoicing86    Vid. Euseb. Hist. ii. 25.; the one as hastening to meet his friends, received his death with exultation; and the other shrunk not from the time when it came, but gloried in it, saying, ‘For I am now ready to be offered, and the time of my departure is at hand87    2 Tim. iv. 6..’

18 Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φεύγων πρότερον τὸν Ἡσαῦ, οὐκ ἐφοβήθη παρόντα τὸν θάνατον, μᾶλλον γὰρ ἐν αὐτῷ τῷ καιρῷ κατ' ἀξίαν ἕκαστον τῶν πατριαρχῶν ηὐλόγει· ὁ δὲ μέγας Μωσῆς κρυπτόμενος πρὸ τούτου τὸν Φαραὼ καὶ δι' αὐτὸν ἀποδημήσας εἰς Μαδιὰμ ἀκούσας· «ἄπελθε εἰς Αἴγυπτον» οὐκ ἐφοβήθη, πάλιν τε προσταχθείς· «ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρεὶ καὶ τελεύτα» οὐ δειλιάσας ἀπέμεινεν, ἀλλὰ καὶ ἄσμενος ὥρμησεν εἰς αὐτό. Καὶ ὁ μὲν ∆αυὶδ φεύγων πρότερον τὸν Σαούλ, οὐκ ἐφοβεῖτο προκινδυνεύων ἐν τοῖς πολέμοις ὑπὲρ τῶν λαῶν, ἀλλὰ καὶ περὶ θανάτου καὶ φυγῆς αἵρεσιν ἀκούσας, ἐξὸν αὐτῷ φεύγειν καὶ ζῆν, μᾶλλον εἵλετο τὸν θάνατον ὁ σοφός· ὁ δὲ μέγας Ἠλίας κρυπτόμενος πάλαι τὴν Ἰεζάβελ οὐκ ἐδειλίασεν ἀκούσας παρὰ τοῦ Πνεύματος ἀπαντῆσαι τῷ Ἀχαὰβ καὶ τὸν Ὀχοζίαν ἐλέγξαι. Πέτρος δὲ ὁ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενος, καὶ Παῦλος ὁ ἀπόστολος ἐν σαργάνῃ χαλασθεὶς καὶ φυγών, ἀκούσαντες «εἰς Ῥώμην δεῖ ὑμᾶς μαρτυρῆσαι» οὐκ ἀνεβάλοντο τὴν ἀποδημίαν, χαίροντες δὲ μᾶλλον ἀπῆλθον. Καὶ ὁ μέν, ὡς πρὸς τοὺς ἰδίους σπεύδων, ἐγάννυτο σφαζόμενος, ὁ δὲ καὶ παρόντα τὸν καιρὸν οὐ κατέπτησσεν, ἀλλὰ καὶ ἐκαυχᾶτο λέγων· «ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε».