Τοῦ μεγάλου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία περὶ τῶν διαβαλλόντων τὴν ἐν τῷ διωγμῷ φυγὴν αὐτοῦ.

 1 Ἀκούω Λεόντιον τὸν νῦν ἐν Ἀντιοχείᾳ καὶ Νάρκισσον τὸν ἀπὸ τῆς πόλεως Νέρωνος καὶ Γεώργιον τὸν νῦν ἐν Λαοδικείᾳ καὶ τοὺς σὺν αὐτοῖς Ἀρειανοὺς πολλὰ π

 2 Ἐπειδὴ δὲ προσποιοῦνται δειλίαν ἐγκαλεῖν, ἀναγκαῖον ὀλίγα περὶ τούτου γράψαι. ∆ειχθήσονται γὰρ ἐκ τούτου πονηροί τε τὸν τρόπον καὶ μὴ ἐντετυχηκότες

 3 Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτω διέθηκαν, ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι π

 4 Ἆρ' οὖν διὰ τὰ τοσαῦτα κόρον ἔχουσι καὶ λοιπὸν ἠρέμησαν· Οὐδαμῶς. Οὔτε γὰρ ἐπαύσαντο, ἀλλά, κατὰ τὴν ἐν ταῖς Παροιμίαις βδέλλαν, μᾶλλον νεανιεύονται

 5 Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου, περιττόν ἐστιν ἐμὲ καὶ λέγειν· ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξορισθῆναι π

 6 Ἐκεῖθεν γὰρ καὶ εἰς τὴν Ἀλεξάνδρειαν πάλιν ἐπεφύησαν, ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι, καὶ γέγονε χείρονα τὰ νῦν τῶν προτέρων. Στρατιῶται γὰρ ἐξαίφν

 7 Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμών, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας τὰ νῶτα

 8 Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ' οἷς πρότερον καθ' ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χε

 9 Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τού τοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν,

 10 Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι' ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ' αἵματα διψῶντες, ὥσπερ σαγήνα

 11 Ἢ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι. Καὶ γὰρ καὶ οἱ μαθηταὶ «διὰ τὸν φόβον τῶν Ἰουδαίων» ἀνεχώ

 12 ∆ιὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος δι' ἡμᾶς γενόμενος ἄνθρωπος κατηξίωσε ζητούμενος ὡς ἡμεῖς κρυβῆναι· καὶ πάλιν διωκόμενος, φεύγειν καὶ τὴν ἐπιβουλὴν ἐκκ

 13 Ἄρα ταῦτα βλέποντες, μᾶλλον δὲ κἂν ἀκούοντες ἐπεὶ μὴ βλέπουσι, πῶς κατὰ τὸ γεγραμμένον οὐ θελήσουσι γενέσθαι πυρίκαυστοι, ὅτι ἐναντία ὧν ὁ Κύριος π

 14 Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὢν τοῦ Πατρὸς καιρὸν οὐκ εἶχεν· αὐτὸς γὰρ τῶν καιρῶν ἐστι δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκά

 15 Ὥσπερ δὲ ταῦτα γέγραπται, δείκνυσιν ὁ Λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων μεμετρημένον. Τοῦ δὲ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνο

 16 Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ' αὐτοῦ γὰρ καὶ π

 17 Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς

 18 Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φ

 19 Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρ

 20 Ὁ γοῦν πατριάρχης Ἰακὼβ φεύγων πλειόνων ὀπτασιῶν, καὶ τούτων θείων, κατηξιοῦτο· καὶ μᾶλλον ἠρεμῶν αὐτὸς ἔσχεν ὑπὲρ ἑαυτοῦ τὸν Κύριον τὸν μὲν Λάβαν

 21 Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος ∆αυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμε

 22 Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι' οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ' ἄλλοις καὶ

 23 Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ' ὁτιοῦν ἄν τις εἴποι κατ' ἀξίαν ἑαυτῶ

 24 Ἱκανὰ μὲν οὖν ταῦτα τὴν μανίαν τῶν ἀσεβῶν ἀνατρέψαι, καὶ δεῖξαι μηδὲν ἕτερον αὐτοὺς σπουδάζοντας ἢ ἵνα μόνον εἰς λοιδορίας καὶ βλασφημίας φιλονεικῶ

 25 Τῆς τοίνυν Προνοίας οὕτως καὶ παραδόξως ῥυσαμένης, τίς ἂν δικαίως μέμψιν ἐπαγάγοι ὅτι μὴ τοῖς ζητοῦσιν ἑαυτοὺς ἐκδότους δεδώκαμεν, ἢ ὑποστρέψαντες

 26 Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτο

 27 Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί,

8. If it is wrong to flee, it is worse to persecute.

But although36    Cited by Socrates iii. 8. they have done all this, yet they are not ashamed of the evils they have already contrived against me, but proceed now to accuse me, because I have been able to escape their murderous hands. Nay, they bitterly bewail themselves, that they have not effectually put me out of the way; and so they pretend to reproach me with cowardice, not perceiving that by thus murmuring against me, they rather turn the blame upon themselves. For if it be a bad thing to flee, it is much worse to persecute; for the one party hides himself to escape death, the other persecutes with a desire to kill; and it is written in the Scriptures that we ought to flee; but he that seeks to destroy transgresses the law, nay, and is himself the occasion of the other’s flight. If then they reproach me with my flight, let them be more ashamed of their own persecution37    Apol. Ar. §4.. Let them cease to conspire, and they who flee will forthwith cease to do so. But they, instead of giving over their wickedness, are employing every means to obtain possession of my person, not perceiving that the flight of those who are persecuted is a strong argument against those who persecute. For no man flees from the gentle and the humane, but from the cruel and the evil-minded. ‘Every one that was in distress, and every one that was in debt38    1 Sam. xxii. 2.,’ fled from Saul, and took refuge with David. But this is the reason why these men desire to cut off those who are in concealment, that there may be no evidence forthcoming of their wickedness. But herein their minds seem to be blinded with their usual error. For the more the flight of their enemies becomes known, so much the more notorious will be the destruction or the banishment which their treachery has brought upon them39    Hist. Arian. §§34, 35.; so that whether they kill them outright, their death will be the more loudly noised abroad against them, or whether they drive them into banishment, they will but be sending forth everywhere monuments of their own iniquity.

8 Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ' οἷς πρότερον καθ' ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας· μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον πεποιήκασι· καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζειν, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες, εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν· εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν· ὁ μὲν γάρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται, ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται, ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς διώκοντας· παυέσθωσαν γὰρ ἐπιβουλεύοντες, καὶ παύσονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται, τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, οὐκ εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾶον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον. «Πᾶς γοῦν κατώδυνος καὶ ὑπόχρεως» ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν ∆αυὶδ κατέφευγε. ∆ιὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσι τυφλώττειν οἱ ἀεὶ πλανώμενοι· ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ καὶ πλέον ἡ ἐξ ἐπιβουλῆς γινομένη παρ' αὐτῶν ἀναίρεσις ἢ καὶ ἐξορία προφανεστέρα γενήσεται· ἄν τε γὰρ ἀποκτείνωσιν, ὁ θάνατος μεῖζον ἠχήσει κατ' αὐτῶν· ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ' ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν.