1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ τοῦ Θεοῦ ναὸς ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ τοίνυν τὴν χάριν τοῦ Πνεύματος διὰ τοῦ βαπτίσματος λαμβά νουσιν οἱ πιστεύοντες, ταύτης δὲ τῆς δωρεᾶς ἀξιού μενοι, ναὸς Θεοῦ χρηματίζομεν, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον. Τούτου χάριν, εἰ ἐνοίκησις καὶ ναὸς Θεοῦ οἱ τῆς τοῦ Πνεύματος χάριτος ἀπολαύοντες εἰσὶ καὶ κα λοῦνται, τῆς θείας φύσεως δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Εἰ δὲ κτίσμα, καὶ ἐξ ἑτέρας οὐσίας τυγχάνει, οὐκ εἰκότως ἂν ναοὶ προσαγορευθεῖεν Θεοῦ οἱ τῆς τούτου τυγχάνοντες δωρεᾶς· εἰ δὲ ναοὶ Θεοῦ ὀνομάζονται, οἱ μερικῆς τινὸς καὶ βραχείας παρὰ τούτου χάριτος ἀπολαύον τες, ἐκ τῆς προσηγορίας νοήσομεν τὴν συγγένειαν. Τοῦτο καὶ τῶν ἀποστόλων ὁ κολοφὼν ἐν ταῖς Πράξεσι διδάσκει, τοῦ Ἀνανίου τὴν κλοπὴν διελέγχων.

ΚΕʹ. Ὅτι καὶ ὁ θεσπέσιος Πέτρος συνῳδὰ περὶ τοῦ Πνεύματος δέχεται.

«Ἀνανία, γὰρ, φησὶν, ἵνα τί ἠπάτησεν ὁ Σατανᾶς 75.1184 τὴν καρδίαν σου ψεύσασθαι τὸ ἅγιον Πνεῦμα, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;» Καὶ μετ' ὀλίγα· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ἐπειδὴ γὰρ ἐκεῖνον ᾠήθη λανθάνειν ὡς ἀνθρώπους τοὺς ἀποστόλους ὑφελόμενος τῆς τοῦ κτήματος τιμῆς, ὃ ἠθέλησεν, ὁ κορυφαῖος αὐτὸν διδάσκει τῶν ἀποστόλων, ὅτι τοῦ Πνεύματος τὴν χάριν οἱ ἔχοντες, πάντα σαφῶς ἐπίστανται τὰ κρύβδην γινόμενα. Οὐχ ἡμᾶς γὰρ, φησὶν, ἐψεύσω, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· μὴ τοίνυν ἀνθρώπους ἠπατηκέναι νόμιζε· Θεὸς γάρ ἐστιν ὁ διαψευσθεὶς παρὰ σοῦ· οὐκ ἐψεύσω γὰρ ἀν θρώποις, ἀλλὰ τῷ Θεῷ· οὐχ ἡμεῖς γὰρ, φησὶν, ὑπὸ σοῦ παρεκρούσθημεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐστὶ Θεὸς, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, κἀκείνης ὑπάρχον τῆς φύσεως. Τοῦτο καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι δῆλον ποιεῖ· εἰπὼν γὰρ ἀνώτερον ὅτι λει τουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων τῶν ἀδελ φῶν ἐν Ἀντιοχείᾳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον·

Κςʹ. Ἐκ πλειόνων ἀπόδειξις Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα. «Ἀφορίσατέ μοι τὸν

Παῦλον δὴ καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐπαγα γὼν ὅτι ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκειαν, καὶ διηγησάμενος ὅπως περινοστήσαντες τὴν Κύπρον καὶ τὴν Λυκίαν, καὶ Λυκαονίαν, καὶ Παμφυλίαν, καὶ Βυθυνίαν, ἐκήρυξαν τὸ Εὐαγγέλιον, ἐπιφέρει· «Κἀκεῖθεν ἀποπλεύ σαντες εἰς Ἀντιόχειαν οἱ περὶ Βαρνάβαν καὶ Παῦ λον, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· παραγενόμενοι δὲ, καὶ τὴν Ἐκκλησίαν συναγαγόντες, ἀνήγγειλαν ὅσα ἐποίησεν μετ' αὐτῶν ὁ Θεός.» Μνημονεύσας ἄνωθεν τοῦ Πνεύματος, ὡς ἀφορίσαντος τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς ὃ προσεκέκλητο αὐτοὺς ἔργον, τοῦτο μετὰ τὴν ἄνοδον ἀποκαλεῖ· καὶ δὶς τίθησι τὴν τοῦ Θεοῦ προσηγορίαν· πρῶτον μὲν λέγων ὅτι εἰς Ἀντιόχειαν ἀπέπλευσαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· δεύτερον δὲ ὅτι, συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν μετ' αὐτῶν ὁ Θεός. Καὶ μὴν τὸ Πνεῦμα τὸ ἅγιον ἦν τὸ θαυματουργοῦν, τὸ σοφίζον, τὸ σύνεσιν χορηγοῦν, τὸ τοὺς κηρύττοντας ἐνδυναμοῦν, τὸ ἐμπνέον αὐτοῖς τὸν τῆς διδασκαλίας λόγον· διὸ καὶ Παῦλος ἔλεγεν· «Ὧ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ ματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι,» καὶ τὰ ἑξῆς. Εἶτα διδάσκων ὡς οὐχ ὑπουργοῦν ταῦτα διανέμει τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ δεσποτικῶς οἷς θέλει χαρίζεται, ἐπήγαγε· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ταῦτα διὰ τῶν ἀποστόλων εἰργάζετο ὡς ἠβού λετο, συναγαγόντες δὲ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν τὴν Ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησε μετ' αὐτῶν ὁ Θεὸς, Θεὸς ἄρα