1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

αὖθις· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό σμον.» Καὶ πάλιν· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Καὶ ἐν τῇ ἐπιστολῇ, «Ὁ ἦν, φησὶν, ἀπ' ἀρχῆς.» Οὕτω θεολογεῖν ὑπὸ τοῦ θείου Πνεύματος τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐδιδάχθησαν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενό μενοι· διὸ οὐ συνηρίθμησαν τῇ κτίσει τὸν κτίσαντα· οὐ συνέταξαν τὸν ποιητὴν τοῖς ποιήμασιν· οὐδαμοῦ κτίσμα τὸ τίμιον τοῦ Θεοῦ προσηγόρευσαν γέννημα· οὐδαμοῦ τὸ ἐγένετο συνέζευξαν τῇ Θεότητι· ἀλλ' οὗ τος μὲν, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οὐκ ἐν ἀρχῇ ὁ Λόγος ἐγένετο. Ἐκεῖνος δὲ, «Ὡς ὢν ἀπαύγασμα τῆςδόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως·» οὐκ, ἐγέ νετο ἀπαύγασμα καὶ χαρακτήρ. Καὶ πάλιν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,» οὐ μορφὴ Θεοῦ γενόμενος, ἀλλ' «Ὑπάρχων ἐν Θεοῦ μορφῇ.» Καὶ ἑτέρωθι· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,» οὐκ εἶπεν, ὃς ἐγένετο εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἀλλ', ὃς ἐστίν.

Ζʹ. Ἀπόδειξις ἐκ τῆς Παλαιᾶς, ὅτι ἀΐδιος ὁ Υἱός. Οὕτω τῇ θεολογίᾳ πανταχοῦ

συνέζευκται τὸ ἦν, καὶ τὸ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἔστιν· οὕτω τῷ μεγάλῳ Μωϋσῇ ἑαυτὸν διαλεγόμενος προσηγόρευσεν· «Ἐγώ εἰμι ὁ ὤν.» Καὶ πάλιν· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Ὅτιδὲ τοῦ Υἱοῦ ταῦτα τὰ ῥήματα, καὶ αὐτοὶ μὲν μαρτυ ροῦσι τῆς βλασφημίας οἱ πρόμαχοι, ἀχώρητον μὲν τὸν Πατέρα λέγοντες, μεσίτην δὲ τοῦ Πατρὸς καὶ τῆς κτί σεως τὸν Υἱὸν ἀποκαλοῦντες, καὶ φάσκοντες αὐτὸν τοῖς πατριάρχαις καὶ τοῖς προφήταις ὀφθῆναί τε καὶ διαλεχθῆναι· σαφῶς δὲ ἡμᾶς αὐτὸς ὁ Θεὸς Λόγος διδάσκει διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· «Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ δια θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέραις ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.» 75.1156 Ζητήσωμεν τοίνυν τίς τὴν καινὴν ἔδωκε διαθήκην. Ἦ οὐχὶ δῆλον ἅπασιν ὡς ὁ δεσπότης Χριστὸς ταύτης ἐστὶ χορηγός; Αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔν οχος ἔσται τῇ κρίσει· ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορ κήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.» Καὶ τὰ ἄλλα δὲ ὁμοίως τίθησιν, ὅτι ἐῤῥέθη μὲν τόδε, ἐγὼ δὲ τοῦτο τοιῶσδε νομοθετῶ, οὐκ ἀνατρέπων τὸν κεί μενον νόμον, ἀλλὰ τὴν νομοθεσίαν ἀκριβεστέραν ποιῶν, καὶ τῆς φυλακῆς τὸν τρόπον διδάσκων. Τὴν νέαν τοίνυν διαθήκην ὁ δεσπότης ἡμῖν δέδωκε Χρι στός· ὁ δὲ ταύτην παρεσχηκὼς, καὶ τὴν παλαιὰν μετὰ τὴν ἀπαλλαγὴν τῆς Αἰγύπτου δέδωκε τῷ Ἰσ ραήλ· ὁ δὲ ἐκείνην δεδωκὼς, καὶ τῆς Αἰγυπτιακῆς δουλείας ἀπαλλάξας, αὐτὸς ἀπέστειλε δηλονότι πρὸς Φαραὼ τὸν Μωϋσέα· αὐτὸς εἶπε· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» τοῦτο δὲ καὶ ἑτέρωθι ὁ προφήτης σαφὲς ποιεῖ· «Οὗτος γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Κάτωθεν τοίνυν ἀρξάμενοι, τὴν προφητικὴν ἐρευ νήσωμεν ἔννοιαν. Τίς ὁ ἐπὶ τῆς γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συναναστραφείς; εὔδηλον, ὡς οἶμαι, πᾶσι τοῖς γε νοῦν ἔχουσιν, ὡς ὁ Θεὸς Λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών. Οὗτος τοίνυν τὴν ὁδὸν τῆς ἐπιστήμης ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ, τὸν παλαιὸν διαγορεύσας ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως νόμον. Ὁ δὲ τὸν νόμον ἐκεῖνον δεδωκὼς, πρὸ τοῦ δοῦναι τὸν νόμον, τῷ Μωϋσῇ διαλεγόμενος ἔφη· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ. Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» ∆ιὸ ὁ προφήτης ἐβόα· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·» μαρτυ ρῶν αὐτῷ, οὐ τὸ ἔλαττον, ἀλλὰ τὸ ἀσύγκριτον. Ὁρᾶτε πῶς ἔοικε τοῖς