1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

μεριμνήσητε πῶς ἢ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ πάλιν ὁ Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι· εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Καὶ μετ' ὀλίγα· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ ἀλλαχοῦ· «Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦ μα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» τίς γὰρ ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ἐξ ὧν εὔδηλον ὡς οὐκ ἀλλόφυλον, οὐδὲ ἑτεροούσιον, ἀλλὰ τῆς θείας φύσεώς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· διὸ καὶ τὰ βάθη τοῦ Θεοῦ γινώσκει, καὶ ἐπίσταται τὰ τοῦ Θεοῦ, ὡς ἡ ἡμετέρα ψυχὴ τὰ οἰκεῖα. Εἰ δέ τις ἄγνοιαν τὴν ἔρευναν νομίζει, τοῦτο καὶ ἐπὶ Πατρὸς κείμενον εὑρήσει· «Ὁ γὰρ ἐρευνῶν, φησὶ, τὰς καρ δίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος.» Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς οὐκ ἀγνοῶν ἐρευνᾷ, ἀλλὰ σαφῶς ἐπίσταται πρὶν γενέσθαι τὰ πάντα, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οὐ δι' ἄγνοιαν ἐρευνᾷ τοῦ Θεοῦ τὰ βάθη· πῶς γὰρ ἂν ἁρμόσειε τῷ ἀγνοοῦντι, ὅτι ὡς οἶδε τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ; ἐναντίον γὰρ τῇ ἐρεύνῃ ἡ εἴδησις· ἡ δὲ ψυχὴ οὐκ ἐρευνᾷ τὰ ἑαυτῆς, ἀλλ' ἀκριβῶς ἐπίσταται· οὐκοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἀκριβῆ τὴν γνῶσιν τοῦ Θεοῦ ἔχει· καὶ ὥσπερ τὸν Πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὕτω, φησὶν, οὐδεὶς οἶδεν τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐκ δὲ τῶν εἰρημένων τὸ κοινὸν τῆς φύσεως διδασκό μεθα. Ἐπειδὴ δὲ οἱ νοσοῦντες πᾶσαν ἀναισχυντίαν, οἱ τῆς τοῦ Ἀρείου, φημὶ, καὶ Εὐνομίου μαθηταὶ βλα σφημίας, αὐτόν φασιν εἶναι τὸν Θεὸν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναγκαίως ὁ μακάριος Παῦλος δείκνυσι τὸ τοῦ Πνεύματος πρόσωπον· «Ἡμεῖς γὰρ, φησὶν, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ἐκ τοῦ Θεοῦ Πνεῦμα· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρω πίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυ χικὸς δὲ ἅνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· τίς γὰρ ἔγνω νοῦν 75.1181 Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Οὐκοῦν τῷ εἰπεῖν ὅτι «Οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ,» ἐδίδαξεν οὐχ ὁμογενὲς τῷ κόσμῳ, ἀλλὰ τῆς θείας ὑπάρχον οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τούτῳ ἐδίδαξεν, ὡς οὐ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει τὸν Λόγον, ἀλλὰ περὶ τοῦ ἁγίου Πνεύματος, οὗ τὴν χάριν λαμβάνουσιν οἱ πιστεύοντες. ∆ιὸ τὸ Πνεῦ μα εἶπε τὸ ἐκ τοῦ Θεοῦ, διδάσκων ὡς ἐκ τοῦ Πατρὸς ἔχει ὕπαρξιν, κἀκείνης ὑπάρχει τῆς φύσεως, οὐ δὲ γεννητικῶς, ἀλλ' ὡς οἶδε μόνος ὁ τὸν Υἱὸν ἐπιστά μενος, καὶ ὁ μόνος τὸν Πατέρα γινώσκων, καὶ τὸ μόνον Πατέρα καὶ Υἱὸν ἐπιστάμενον· ὃ ἐκ Θεοῦ μεμαθήκαμεν, τὸν δὲ τρόπον οὐκ ἐδιδάχθημεν. Ἀρ κούμεθα δὲ τοῖς δοθεῖσι μέτροις τῆς γνώσεως, καὶ οὐ πολυπραγμονοῦμεν ἀγνοήτως τὰ ἀνέφικτα.

Κ∆ʹ. Ὅτι ὁ μέγας Ἀπόστολος Θεὸν οἶδε τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ τοῦ Θεοῦ

τὸ Πνεῦμα τὸ ἅγιον, πάλιν ὁ Παῦλος ἡμᾶς διδάσκει· «Ἀπελούσασθε, λέγων, καὶ ἡγιάσθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Τίνος γὰρ ἕνεκεν ναοὶ προσαγορευό μεθα Θεοῦ διὰ τοῦ βαπτίσματος τὴν τοῦ Πνεύματος δεχόμενοι χάριν, εἰ μὴ Θεὸς ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον; ὅτι δὲ ναοὶ τοῦ Πνεύματος οἱ πιστοὶ προσ αγορεύονται, ὁ αὐτὸς ἡμᾶς Ἀπόστολος διδάσκει λέ γων· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς.» Ὁ δὲ ναὸς τὸν ἐνοικοῦντα κηρύττει Θεόν· διὸ καὶ ἀνωτέρω ἔλεγεν· «Οὐκ οἴδατε ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν