In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)

 ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑπ

 Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκκλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός,

 κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ' ὑμῶν προςκυνούμενος, μονονουχὶ διδάσκων αὐτ

 ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑπο

 ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκε

 οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτ

 βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. Ἀρχὴν γὰρ λαβόντος τοῦ κεφαλαίου τοῦ εἰς τὸ κέρας θλιβέντων τῶν ἀνθρώπων κατέπαυσεν.

οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτίσις, εἰς τάξιν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Εἰς τρία τέμνονται χρόνοι, εἰς τὰ παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα. Καὶ ὥςπερ πολλοὶ πατριάρχαι, ἡ δὲ τριὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύματος, οὕτω πολλῶν ὄντων ἱερέων τριάδα ἱερέων ἐπιλέγεται· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουήλ. Πολλοὶ βασιλεῖς, πολλοὶ ἱερεῖς, καὶ τρεῖς οἱ μνημονευόμενοι· Πλὴν γὰρ ∆αυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, φησὶν ἡ γραφή, πάντες ἥμαρτον. Ἐν καμίνῳ τρεῖς παῖδες· μετὰ Χριστοῦ εἰς τὸ ὄρος Πέτρος, Ἰάκωβος καὶ Ἰωάννης. Πολλοὶ ἐν οὐρανῷἄγγελοι, καὶ τρεῖς ἐπιφαίνονται τῷ Ἀβραάμ. Πᾶσαι αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι τῷ μυστηρίῳ Χριστοῦ· τρεῖς ποῖαι; Λάβε τὸν Ἰσαὰκ ὃν ἠγάπησας τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων· καὶ ἐπορεύθη Ἀβραὰμ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἵνα ὁμοῦ δείξῃ καὶ τὸ μυστήριον· Ὥσπερ γὰρ ἐκ θανάτου ζῶντα παρέλαβε τὸν Ἰσαάκ· καὶ ὅπως, ἄκουε. Ἀφ' οὗπερ ἐκεῖνος εἰς θυσίαν παρελήφθη, τῷ πατρὶ ἀπέθανεν· οὐ γὰρ ἡ ἀπόβασις τοῦ ἔργου, ἀλλ' ἡ πρόθεσις κυροῖ τὸ ἐπάγγελμα. Νενέκρωτο Ἰσαὰκ τῷ πατρὶ ὅσον εἰς τὴν πρόθεσιν· τρίτη ἡμέρα, καὶ ἀπεδόθη ζῶν εἰς τύπον τῆς ἀναστάσεως. Ἠδύνατο καὶ Ἰωνᾶς ποιῆσαι ἐν τῇ θαλάσσῃ πολλὰς ἡμέρας, ἀλλ' οὐ ποιεῖ ἢ μόνον τὰς τρεῖς, ἵνα δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον. 166 Εἶτα, φησί, κἂν εὕρῃς που διῃρημένως τοιαύτας μαρτυρίας, πάλιν ὡς εἰκόνας ἀναλαμβάνεις τῆς τριάδος καὶ τῆς οἰκονομίας; Οὐ βούλει ταῦτα τὰ σημεῖα. Ἐὰν ἐγὼ λέγω, παραγράφου τὸν λόγον· εἰ δὲ θεῖον τὸ κήρυγμα, ἄκουε παρ' ἐμοῦ. Ἀλλὰ καὶ ἄκουε μετ' ἐμοῦ, ὅτι αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι τὸ πάθος τοῦ κυρίου. Ἐπεὶ περὶ τοῦ Ἀβραὰμ αὐτὸς ὁ σωτὴρ λέγει· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη. Ἡμέραν ποίαν; Τοῦ θανάτου. Ὁ γὰρ ἀμνὸς ὁ παραδοθεὶς ἀπὸ τοῦ δένδρου τῷ Ἀβραὰμ εἰκόνα εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Τὸ γὰρ εἰπεῖν· Εἶδε τὴν ἡμέραν, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ Εἶδε τὸν θάνατον. Πόθεν τοῦτο; Καὶ ἡμεῖς πολλάκις ἐπὶ τῶν ἀνθρώπων λέγομεν· ἔφθασεν αὐτοῦ ἡ ἡμέρα, ἀντὶ τοῦ, ἡ τελευτή. Ἀλλ' οὐκ ἔστιν ἱκανὸς συνηθείας νόμος βεβαιῶσαι τὸ λεγόμενον. Τί οὖν; Ἐπὶ τὴν γραφὴν ἔλθωμεν. Λέγει που ∆αυὶδ ὁ μακάριος· Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν εἰς τὸν Ἀβραάμ· ἐπὶ δὲ τὸν Ἰωνᾶν ἐπανήξω. Πάλιν γὰρ αἱ τρεῖς ἡμέραι τοῦ Ἰωνᾶ τὸ πάθος ἑρμηνεύουσι τὸ σωτήριον. Τοῦτο πάλιν αὐτὸς ὁ σωτὴρ βοᾷ· Ὥςπερ, φησίν, Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀλλ' ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυρότερον. Τῷ λαῷ τῷ προτέρῳ τρία ἦν τάγματα, ἱερωσύνη, βασιλεία, 167 προφητεία· ἐκτὸς οὖν τούτων τῶν τριῶν ἀρχῶν οὐκ ἦν ἄλλην ἰδεῖν ἀρχὴν ἐν Ἰουδαίοις· βασιλείαν, ἱερωσύνην, προφητείαν. Κέρας ἦν ἐλαίου, ἁγιασμοῦ. Ἓν ἦν τὸ χρίσμα, τρία δὲ τὰ δῶρα· ἓν τὸ κέρας, τρία τὰ χαρίσματα· ἔχριον γὰρ ἱερεῖς, βασιλεῖς, προφήτας. Ἀλλ' ἐπειδή τινες ἀγνοοῦσι τὴν ὑπόθεσιν, ἵνα μὴ διὰ κενῆς ὁ λόγος τρέχων ἑαυτὸν μὲν ἀναλίσκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄκουσον συντόμως. Κέρας ἦν ὑπὸ τῶν προφητῶν κατεχόμενον, ἐχρίοντο δὲ ἀπὸ τοῦ κέρατος βασιλεῖς, προφῆται, ἱερεῖς, οὐ μεταβαλλομένου τοῦ χρίσματος, ἀλλὰ τῆς χάριτος διὰ τοῦ αὐτοῦ κέρατος παρεχομένης ἐχρίοντο βασιλεῖς, ἐχρίοντο ἱερεῖς, ἐχρίοντο προφῆται· ἓν τὸ χρίσμα, τρία δῶρα. ∆ιὰ τί δὲ ἐν κέρατι ἦν τὸ χρίσμα; Ἐπειδὴ εἰκόνα εἶχε Χριστοῦ. Ἆρα οὐκ ἠδύνατο ἐν ἀργυρέῳ εἶναι σκεύει; Οὐκ ἠδύνατο ἐν χρυσῷ; Οὐκ ἠδύνατο ἐν ἄλλῃ τινὶ τῶν τιμιωτέρων ὑλῶν εἶναι τοσοῦτον δῶρον; Ἀλλ' οὐκ ἐγένετο, ἀλλ' ἐν κέρατι· ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα εἶχε Χριστοῦ. Καὶ γὰρ ἐξανατελῶ κέρας τῷ ∆αυίδ. Ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς