In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)

 ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑπ

 Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκκλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός,

 κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ' ὑμῶν προςκυνούμενος, μονονουχὶ διδάσκων αὐτ

 ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑπο

 ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκε

 οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτ

 βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. Ἀρχὴν γὰρ λαβόντος τοῦ κεφαλαίου τοῦ εἰς τὸ κέρας θλιβέντων τῶν ἀνθρώπων κατέπαυσεν.

ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκείμενον. Ἐὰν θέλῃς, κύριε, δύνασαί με καθαρίσαι. Εἶδεν ὁ λεπρὸς τὴν πηγάζουσαν εὐεργεσίαν, εἶδε βρύουσαν τὴν σωτηρίαν, εἶδε πολλοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους περιεστοιχισμένους τὴν πηγὴν τῆς σωτηρίας καὶ ἀποτίθεται τὸν μερισμὸν τῆς διανοίας ὁ λεπρὸς μὲν τὸ σῶμα, καθαρὸς δὲ τῇ ψυχῇ· οὐ γὰρ μεμέριστο ἡ ψυχὴ χρώμασι διαφόροις· ὥςπερ γὰρ ἀηδὴς ἡ λέπρα ἐν 163 σώματι μερίζουσα τὴν χρόαν, οὕτω ἀηδὴς ἐν ψυχῇ διπλῆ καρδία μεριζομένη πρὸς πίστιν καὶ ἀπιστίαν· ὅσην φέρει ἀηδίαν ὄψει ἡ λέπρα ὀφθαλμοῖς ἀνθρώπων, τοσαύτην φέρει ἀηδίαν ὀφθαλμοῖς θεοῦ μεμερισμένη ψυχή· διὰ τοῦτό φησιν ἡ γραφή· Οὐαὶ καρδίᾳ δισσῇ καὶ ψυχῇ παρειμένῃ καὶ ἁμαρτωλῷ βαίνοντι ἐπὶ δύο τρίβους. Ἀλλ' οὖν τοῦ προκειμένου πάλιν ἐχώμεθα. Θέλω, καθαρίσθητι. Ὦ τοῦ θαύματος. Θέλω, καθαρίσθητι. Ἔστιν, ἀδελφοί, ῥῆμα πολλάκις ἐξ αὐθεντίας, πολλάκις δὲ καὶ ἀπὸ ἀλαζονείας προφερόμενον· τὸ μὲν οὖν ἀποφθέγγεσθαι καὶ τοῦ τυχόντος, τὸ δὲ ἔργον ἀκολουθῆσαι τῇ αὐθεντίᾳ μόνου τοῦ δυναμένου. Εἰ τοίνυν εἶπε· Θέλω, καὶ οὐκ ἠκολούθησε τὸ ἔργον, ἀλαζονεία ἦν· νῦν δὲ τῇ φωνῇ ἔργον ἠκολούθησε· καὶ τὸν λόγον μὴ δυςώπει, τὸ ἔργον αἰδέσθητι. Βλέπε, ὅση διαφορὰ ἀναμέσον παλαιοῦ νόμου καὶ καινῆς χάριτος πρὸς πᾶσαν κατάστασιν. Μωϋσῆς ἐκ τοῦ ὄρους κατελθὼν πρώτῃ νομοθεσίᾳ καὶ πρώτῳ νόμῳ κελεύει τοὺς λεπροὺς ἀφορίζεσθαι τῆς παρεμβολῆς· Χριστὸς κατελθὼν ἐκ τοῦ ὄρους λεπρὸν εὐθέως καθαίρει. Ὁ μὲν γὰρ τὰ πάθη ἐξορίζει, ὁ δὲ τὰ πάθη θεραπεύει. Ἀνῆλθε Χριστὸς εἰς ὄρος, ἀνῆλθε καὶ Μωϋσῆς· ὁ μὲν ἵνα λάβῃ, ὁ δὲ ἵνα δῷ νόμον. Ἀνῆλθε Μωϋσῆς καὶ εὗρε τὸ ὄρος πεπληρωμένον σαλπίγγων, νεφέλης, βροντῶν, ἀστραπῶν, θυέλλης, γνόφου, οὐκ ἐπειδὴ ταῦτα ἔπρεπε τῇ δόξῃ τοῦ ἐπιφανέντος, ἀλλ' ἐπειδὴ ταῦτα ἐπαιδαγώγει τὸν λαὸν εἰς εὐλάβειαν· ἡ δὲ χάρις, ἀδελφοί, τοῦ Χριστοῦ ἀποτίθεται τὸν φόβον, ἐκβάλλει τὴν δουλείαν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν πνεῦμα υἱοθεσίας. Καὶ Μωϋσῆς μὲν δέδωκε δέκα ἐντολάς, Ἰησοῦς δὲ ὁ δεσπότης Μωϋ164 σέως ἐννέα μακαρισμούς. Ὅσοι τῶν γραφῶν ἔμπειροι, ἴσασι τὴν ἀψευδίαν τῶν εἰρημένων. Πρῶτος μακαρισμός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι. ∆ιὰ τί οὖν ὁ νόμος ἔχει δέκα ἐντολάς, ἡ δὲ χάρις ἐννέα μακαρισμούς; Ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι ταῖς πληγαῖς ταῖς κατὰ τῶν Αἰγυπτίων· δέκα πληγαὶ κατὰ Αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέκα ἐντολαὶ τῷ λαῷ παιδεύουσαι τὴν ἀναισθησίαν· καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀδελφοί, δι' οὗ ὁ ἀριθμὸς τῶν δέκα γράφεται, τὸ ἰῶτα λέγω, ῥάβδου ἔχει σχῆμα καὶ τύπον· ῥάβδος γὰρ ἦν παιδεύουσα καὶ Αἰγυπτίους καὶ τὸν λαόν. Ἰησοῦς δὲ ὁ κύριος ἡμῶν δίδωσιν ἐννέα μακαρισμοὺς ἀπὸ τριπλῆς τριάδος τρίπλοκον ἐργασάμενος τῶν μακαρισμῶν τὸν στέφανον· ἐπειδή, ἀδελφοί, ἡ προςκυνητὴ τριάς, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος φύσις, ἡ ἀδέσποτος δεσποτεία ἐν τῇ τριάδι τὴν δόξαν ἔχει, καὶ τὸ κήρυγμα τιμᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀρετῶν τὸν ἀριθμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγίᾳ τριάδι. Οἷόν τι λέγω· πολλοὶ πατριάρχαι· καὶ ὁ θεὸς τῶν πατριαρχῶν ἑαυτὸν λέγει θεόν· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ 165 καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· οὐχ ὅτι Μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι Ἰωσὴφ οὐκ ἦν θεός· πάντων γὰρ θεὸς τῶν ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· ἀλλὰ τιμᾷ ὥςπερ ἐν εἰκόνι τοῖς ἐπιγείοις τὰ