In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)

 ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑπ

 Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκκλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός,

 κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ' ὑμῶν προςκυνούμενος, μονονουχὶ διδάσκων αὐτ

 ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑπο

 ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκε

 οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτ

 βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. Ἀρχὴν γὰρ λαβόντος τοῦ κεφαλαίου τοῦ εἰς τὸ κέρας θλιβέντων τῶν ἀνθρώπων κατέπαυσεν.

ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν νόθον ἔχουσα μηδὲ κίβδηλον, ἀλλ' εἰλικρινῆ καὶ ἄνοθον προςφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ γνησίως ὑποταγήσεται. Βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀγνώμονα. Οὐκοῦν ἵνα μάθῃς, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ Χριστῷ, τῇ ἐκκλησίᾳ ἐπιθεωρεῖται τοῦ Χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσπότην τῆς ἐκκλησίας· ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ᾖ σαφῆ τὰ λεγόμενα. Ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα Χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ Ἰουδαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσίας ἡ πηγὴ τῆς εὐεργεσίας ἠγνωμονεῖτο· ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀληθείᾳ τὰ πάντα πληρῶν· ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς. Μετά γ' οὖν τὴν ἀνάληψιν καὶ τῶν παθῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιᾶς προςκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικῆς δορυφορίας παρεστώσης, οὔκουν οὔτε ἐν τοῖς θλιβομένοις ὢν οὔτε ἐν τοῖς διω154 κομένοις οὔτε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμηνότα τὸν Παῦλον εἶδε κατὰ τῆς ἐκκλησίας, πολὺν πνέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν ὁ μηδαμοῦ διωκόμενος μετὰ τὸ πάθος, ἀλλ' ἐν τιμῇ τοσαύτῃ καὶ δόξῃ θεϊκῇ διάγων· Σαοὺλ Σαούλ, τί με διώκεις; Καὶ μὴν οὐ σὲ διώκω· τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν. Τί με διώκεις; Οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη. Σαοὺλ Σαούλ, τί με διώκεις; Ὁρᾷς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγράφεται τῷ Χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας; Ὥςπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι, οὕτω καὶ νῦν ὁ Παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει ὑποτάσσεσθαι. Λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν τοῦ λόγου· ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· οὐχ ὡς τῆς δεσποτικῆς φωνῆς προςδεομένης ἑτέρας μαρτυρίας, ἀλλ' ἐπειδὴ Χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπίστοις ἀπίθανος τῇ μαρτυρίᾳ· οὐ τὴν δεσποτικὴν ὀχυροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην. Παῦλος οὗτος παρ' αὐτοῦ τοῦ Χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς Χριστὸν ἀναφέρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθῃ εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ αὐτὸς ἀκολουθῶν τοῖς ἴχνεσι τῶν βασιλικῶν λόγων λέγει που ἐν μιᾷ τῶν ἐπιστολῶν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Ἔτι οὖν πάλιν Χριστὸς θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς; Ἀλλ' ὅρα τὸ ἐπαγόμενον· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκίμου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ὁρᾷς, ὅπως οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός; Ἐτίμησας ἐκκλησίαν; Χριστὸν ἐτίμησας. Ἐδίωξας ἐκκλησίαν; Εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει 155 Χριστὸν ἐδίωξας. Ἐννόησον, ὅσος ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, φησὶν ὁ σωτήρ. Γνωρίζω τὴν φωνήν, ὦ δέσποτα, πατρικῆς ἀκολουθίας ἐχομένην· καὶ γὰρ ὁ πατὴρ τοιαῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκειούμενος τὴν ὕβριν τῶν δικαίων. Ὅτε γὰρ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστιεὶμ ἐλάμβανε τὴν Σάρραν τῷ Ἀβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός· Ἀπόδος τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προςεύξεται ὑπὲρ σοῦ. Ὁ δὲ ἀπολογούμενός φησι· Κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν· ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα. Τί οὖν πρὸς αὐτὸν ὁ θεός; Κἀγὼ ᾔδειν, ὅτι ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησας· διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμέ.