In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)

 Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰ

 ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, κα

 Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος

 αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέν

 ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν

 πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθ

 θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χρισ

 τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας

 δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς

 οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.

 ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείν

 γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλά

 ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχο

 πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου

 Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα 56.578 μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν.

 τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τ

 ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θε

 τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. ∆ώσω ἀπόκ

 ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα,

 πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν·

τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. ∆ώσω ἀπόκρισιν τῷ Θεῷ. Μὴ οὐχὶ ὡς ἐγὼ ἐπλάσθη; Ταῦτα ἐννοῶν, τῷ κοινῷ τῆς φύσεως παρεῖχε τὸ κοινὸν τῆς ἰσηγορίας. δʹ. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐ τοιοῦτοι. Θαυμάζεις τὸν δίκαιον; Σαυτοῦ καταγίνωσκε. Ὅτι πολλάκις ἐάν τις ἐγκαλῇ, οὐ λέγω δούλῳ, ἀλλ' ὀλίγον ὑποβεβηκότι, ἐὰν ἀποκρίνηται τὰ δίκαια, ὡς ἀναισχυντοῦντα καὶ τολμῶντα ἐξ ἰσοτιμίας φθέγξασθαι ἐπιστομίζει. Ὅλως, φησὶ, καὶ τολμᾷς ἐξ ἰσοτιμίας φθέγξασθαι; ἀπαιτεῖς τὸ δίκαιον; ∆έχου τὴν δικαίαν ἰσηγορίαν. Ἐγκαλεῖ ὁ ὑπερ56.581 ήφανος, καὶ οὔτε δικαιολογίαν δέχεται, οὔτε σιωπὴν δυσωπεῖται. Ἐὰν σιωπήσῃ ὁ ἐγκαλούμενος, κατεγνώσθη, φησὶν, οὐκ οἶδε διᾶραι τὰ χείλη· ἐὰν λαλήσῃ, ἐτόλμησε, φησὶ, πρὸς τὸν δεσπότην ῥῆξαι φωνήν. Εἶτα ἄλλος ὑπερηφανίας μεστὸς, ἐὰν ὑπὲρ τοῦ δικαίου, ὑπὲρ εὐγενοῦς ἀνδρὸς πείθηται, παρακαλούμενος θεῖναι λόγον πρὸς τὸν ἕτερον, καὶ συμβῆναι εἰς εἰρήνην, καὶ τὴν κακίαν καταπαῦσαι τῇ ἀγάπῃ, εὐθέως τῇ ὑπερηφανίᾳ φερόμενος λέγει· Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὢ τῆς ὑπερηφανίας! Ποῦ γὰρ ἕστηκας, ἵνα κατέλθῃς; Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὡς τὸν οὐρανὸν πατῶν καὶ τὰς νεφέλας, οὕτω φθέγγεται. Τὴν αὐτὴν γῆν πατεῖς, ἀπὸ τῆς αὐτῆς τρέφῃ, εἰς αὐτὴν ὑποστρέφεις, ἐν αὐτῇ θάπτῃ· καὶ ποῦ κατέρχῃ; οὐκ αἰδεῖσαι, οὐ δυσωπεῖσαι τὸ πάθος τοῦ Κυρίου; οὐκ αἰδεῖσαι λέγων πρὸς τὸν ὁμότιμον· Ἐγὼ εἰς τοῦτο κατέρχομαι; οὐκ αἰδεῖσαι ταῦτα λέγειν, ἐννοῶν ὅτι Ἰησοῦς διὰ σὲ κατῆλθε; Πρὸς τὰς τοιαύτας γνώμας καὶ τὰς τοιαύτας ὑπερηφανίας πρέπει σὺν τῷ Ἡσαΐᾳ πάντοτε βοᾷν· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ὅμως δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; Ἐπιφαίνεται ἐπὶ τέλει ὁ δίκαιος κριτὴς, καὶ φαίνεται αὐτῷ ἀπὸ λαίλαπος καὶ νεφῶν. Φαίνεται Ἰὼβ ἀπὸ νεφῶν, ὁ τὸν ὄμβρον τῆς εὐλογίας μέλλων χέειν. Φαίνεται αὐτῷ ἐκ νεφῶν, ὁ μέλλων τὸν σπόρον τὸν κοπριζόμενον ἀρδεύειν, καὶ διεγείρει τὸν Ἰὼβ, καὶ νεύει μόνον, καὶ διασκορπίζει τὰ πάθη· νεύει μόνον, καὶ ἐγείρει τὸν πεπτωκότα· καὶ λέγει αὐτῷ· Ἀνάστηθι, καὶ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ἐπειδὴ εἰς κρίσιν με ἐκάλεσας, καὶ εἶπας, Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; ἀνάστηθι, ὁ γενναῖος ἀγωνιστὴς, ὁ μὴ πεσὼν τῇ πληγῇ τῆς συμφορᾶς, ἀνάστηθι. Ἐὰν γάρ τις παιδευθεὶς, γενναίως ἐνέγκῃ τὴν συμφορὰν καὶ τὴν παιδείαν, ἀκούει παρὰ τοῦ Θεοῦ τὸ, Ἀνάστηθι· ὡς ὅταν λέγῃ τῇ Ἱερουσαλήμ· Ἀνάστηθι, Ἱερουσαλὴμ, ἡπιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου. Περίζωσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐκ εἶπε· Χρινῶ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐ γὰρ ἐκάλεσάς με, φησὶν, εἰς κρίσιν, ἀλλ' ἐκάλεσάς με εἰς τὸ συγκριθῆναί σοι. ∆ικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ· σὺ γενοῦ δικαστής. Οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος; Νομίζεις, φησὶ, δι' ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην, ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων. Οὐκ εἶπεν· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος; Οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν. Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἐμοὶ μὲν γὰρ, φησὶ, καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος· τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. ∆ιὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ' ἵνα στέψω· οὐχ ἵνα καταισχύνω, ἀλλ' ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ Θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκάλεσας Θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με; Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς· ὅτε τὴν θάλατταν, οὐ παρῆς· ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ