In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)

 Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰ

 ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, κα

 Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος

 αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέν

 ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν

 πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθ

 θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χρισ

 τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας

 δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς

 οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.

 ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείν

 γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλά

 ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχο

 πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου

 Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα 56.578 μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν.

 τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τ

 ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θε

 τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. ∆ώσω ἀπόκ

 ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα,

 πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν·

αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος βʹ. αʹ. Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· διανοίας μὲν εἰλικρινῶς τὰς θείας Γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμένης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ Ἰὼβ πεπονημένων, ἃ διὰ πάσης φοιτῶντα τῆς ὑπ' οὐρανὸν, τὸν τῆς ὑπομονῆς ἀπαστράπτει λόγον. Πλὴν εἰ καὶ νικᾷ τὴν ἡμετέραν ἀσθένειαν ὁ τῆς ὑποθέσεως λόγος, ἀλλ' εὖ οἶδα, ὅτι παρέχει ἡ τοῦ Θεοῦ χάρις λόγον, οὐ διὰ τὴν τοῦ λέγοντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν Πατέρων πρεσβείαν. Ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν διήγησιν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος, Ἄνθρωπός τις ἦν. Ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι, καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας, ἀνωτέραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς 56.568 φύσεως· κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς χώρας· ἵν', ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον, θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτως ἐὰν μάθῃς καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμάσῃς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. Πρόσεχε ἀκριβῶς. Ἡ χώρα τοίνυν ἡ τῆς Αὐσίτιδος, χώρα ἦν τοῦ Ἡσαῦ· ἀπὸ γὰρ τοῦ Ἡσαῦ ἡ Αὐσῖτις. Ὀνομάζει δὲ τοῦ βεβήλου καὶ πονηροῦ Ἡσαῦ τὴν χώραν, ὥς φησιν ὁ Ἀπόστολος· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ· ἵνα θαυμάσῃς ἐκ ποίων παιδευτηρίων κακίας οἷος καρπὸς ἀληθείας ἤνθησεν. Ἀλλὰ οὐ μόνον αὐτὸν ἡ χώρα τοῦ Ἡσαῦ ἤνεγκεν, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα τοῦ Ἡσαῦ· ἀπόγονος γὰρ ἦν τοῦ διαβαλλομένου. Λέγει γὰρ τὸν Ἰὼβ ἡ Γραφὴ πέμπτον εἶναι ἀπὸ τοῦ Ἀβραάμ. Καὶ ὅπως πέμπτος, ἄκουε· Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸνἩσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαραδὲ τὸν Ἰώβ. Εἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ διὰ τοῦ Ἡσαῦ εἰς αὐτὸν κατερχομένην. ∆είκνυσιν οὖν τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς. Τίς δὲ ἦν Ἡσαῦ; Πόρνος καὶ βέβηλος. Τίς δὲ ἦν καὶ Ἰώβ; Ὁ ἀπὸ τοῦπόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀνὴρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς διήγησιν· ὁ λέγων· Εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί. Ἡσαῦ περὶ πολλὰς ἔσχε μίξιν γυναῖκας, ἄπληστος ὢν εἰς ἀσέλγειαν· ὁ δὲ Ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βίου, καὶ τοσοῦτον ἀπέσχε, ὥστε ἀλλότρια κάλλη μὴ περιεργάζεσθαι· καὶ πορνείας καὶ μοιχείας τοσοῦτον ἀπεῖχεν, ὡς μηδὲ ταῖς μηδέπω κατεγγυωμέναις γυναιξὶ προσέχειν, τουτέστι, ταῖς ἀμνηστεύτοις παρθένοις· δεῖ γὰρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· Τοσοῦτον ἀπεῖχεν ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν, ὅτι οὐδὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ' ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα πρὸς ἀκολασίαν. Καὶ τίς ὁ ταῦτα μαρτυρῶν; Αὐτὸς ὁ Ἰώβ· ∆ιαθήκην, φησὶ, διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνῆκα ἐπὶ παρθένῳ. Βλέπε μέχρι τίνος παιδαγωγίας ἤκμασεν αὐτῷ τὰ τῆς εὐσεβείας. Παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέβειαν, παιδαγωγεῖ καὶ τὰ μέλη εἰς δικαιοσύνην, καὶ ἀπὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύνῃ διέλαμψεν. Ἡσαῦ καὶ ἀδελφοκτόνος ὑπῆρχεν, ὅσον εἰς πρόθεσιν· εἰ γὰρ καὶ μὴ ἐξέβη ἡ πρᾶξις, ἀλλὰ κατηγορεῖται ἡ πρόθεσις. Εἶπε γὰρ, φησὶν, Ἡσαῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀνελῶ Ἰακὼβ τὸν ἀδελφόν μου. Ἡ τοίνυν ῥίζα, ἀδελφοκτόνος· ὁ δὲ