In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)

 Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰ

 ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, κα

 Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος

 αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέν

 ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν

 πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθ

 θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χρισ

 τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας

 δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς

 οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.

 ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείν

 γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλά

 ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχο

 πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου

 Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα 56.578 μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν.

 τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τ

 ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θε

 τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. ∆ώσω ἀπόκ

 ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα,

 πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν·

γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβουλήν. Ἀλλ' ἐκεῖ μὲν εὗρε τὸν Ἀδὰμ, ὧδε δὲ τὸν Ἀδὰμοὐχ εὑρίσκει. Ἐκεῖ τὸν Ἀδὰμ εὗρε καὶ τὴν Εὔαν· ὧδε δὲ τὴν μὲν Εὔαν εὗρε, τὸν δὲ Ἀδὰμ οὐχ εὗρε. Λέγει αὐτῷ ἡ γυνή· Ἕως τίνος καρτερήσεις; Τὰ ῥήματα ἀληθῶς τοῦ διαβόλου. Τὸ γὰρ, Ἕως τίνος, βασανιζομένου ἦν ἡ φωνή. Ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις, Ἕως τίνος; Ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου; Ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν; Ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονὴν, ὅτι ἐλπίδι ἠγωνίζετο. Ἕως τίνος; Εἶτα βλέπε τὸ σοφὸν τοῦ συγγραφέως. Καὶ ἐμβλέψας αὐτῇ, φησὶν, Ἰὼβ εἶπεν. Οὐκ εἶπε, προσχὼν αὐτῇ, ἀλλ', ἐμβλέψας. Ἐμβλέψας, διὰ τί; ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα; οὐκ αὐτῇ συνέζησεν; οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο; διὰ τί οὖν ἐνέβλεψε; Τὸ Ἐμβλέψας δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. Ἐνέβλεψε τῷ διαβόλῳ ὁ Ἰώβ· εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα, καὶ νῦν ἐν τῇ γυναικὶ λαλοῦντα. Καὶ λέγει· Ὡς μία τῶν ἀφρόνων ἐλάλησας. ∆ιὰ τί οὐκ εἶπεν, Ὡς μία τῶν ἀσεβῶν; ὡς μία τῶν ἀθέων; Ἤδει αὐτὴν οὐκ ἄθεον οὖσαν, ἀλλ' ὑπ' ἀφροσύνης συναρπασθεῖσαν. Ἄλλως δὲ, ἀδελφοὶ, κυρίως τῷ τὸν Θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δίδοται φωνή. Εἶπε γὰρ, φησὶν, ἄφρων ἐν τῇ καρδίᾳ· Οὐκ ἔστι Θεός. Ὡς μία τῶν ἀφρόνων· ὡς εἴ τις ἔλεγεν· Ὡς ἡ Εὔα ἐλάλησας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὢ γενναίας ψυχῆς! Ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. Οὐκ ᾔδει Ἰὼβ, ὅτι ὑπὲρ ἀρετῆς ἠγωνίζετο· οὐκ ᾔδει ὅτι ὑπὲρ ὑπομονῆς στέφεται· ἀλλ' ἐνόμιζεν ἁπλῶς συμφορὰν εἶναι θεήλατον· κακὰ εἶναι ἐνόμισε, καὶ κακὰ νομίσας, οὐχ ὡς ὑπὲρ κακῶν ἐβλασφήμησεν. Εἰ δὲ κακὰ νομίσας οὕτως ἠγωνίσατο, εἰ ᾔδει τὸν στέφανον, οὐ πολλῷ μᾶλλον ἠγωνίζετο; Ἀλλὰ διὰ τί οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ Θεὸς, Ὅρα τί ποιεῖς; Ὁ διάβολος μέλλει παρατάττεσθαί σοι, μέλλει κατὰ σοῦ ὁπλίζεσθαι· ἀγωνίζου, ἴσχυε, ἵνα μή σου παρατρέψῃ τὴν διάνοιαν, ἵνα μή σου συλήσῃ τοὺς λογισμοὺς, ἵνα μή σου πολιορκήσῃ τὴν ψυχήν· ἴσχυε, καὶ μὴ νομίσῃς, ὅτι ἀνοίκειον Θεῷ τὸ παραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. Τῷ γὰρ Πέτρῳ λέγει ὁ Κύριος· Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. Τοῖς ἀποστόλοις προλέγει τοὺς πειρασμούς· τῷ δὲ Ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς, οὐδὲ τὴν ἄθλησιν. Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. ∆ιὰ τί μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀποστόλοις; Ἤδει ὁ Θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυναμένην ἀμβλῦναι τὴν ἀρετήν. Εἰ εἶπεν αὐτῷ ὁ Θεὸς, Πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι· ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑπάρχοντά σοι εἰς τὸ διπλάσιον ἀποδίδωμι, βασιλείαν οὐρανῶν κληρονομήσεις, στεφάνους ἀθανασίας δέξῃ, μεστὴ τῶν ἐγκωμίων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκουμένη πᾶσα γενήσεται· εἰ ταῦτα εἶπεν, ἠγωνίζετο μὲν ἂν ὁ δίκαιος· ὁ δὲ διάβολος πάλιν ἀφορμὴν ἐλάμβανε· καὶ εἰ μὲν ἀγωνισάμενος οὕτως ἐνίκησεν, ἔλεγε τῷ Θεῷ· Μὴ γὰρ δωρεὰν ἠγωνίσατο; Ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βασιλείαν, ἐπηγγείλω στεφάνους. Εἰ τοίνυν τῶν προσκαίρων λαβὼν τὴν ἀπόλαυσιν, ὑπενοήθη οὐχ ὡς δίκαιος, ἀλλ' ὡς ὑπομίσθιος· εἰ ἔλαβε τῶν αἰωνίων τὴν ὑπόσχεσιν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς 56.576 ἄθλους· κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. ∆ιὰ τί οὖν, φησὶ, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ Ἰὼβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; Ἰὼβ μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. Αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. Ἠδύνατο Παῦλος ἄνευ στεφάνων ἐπαγγελίας