Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1,1 Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰ

 ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξ

 θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. Ro+m5,19 Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς-οὐ γὰρ πάντες ἥμα

 ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων

 πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ

 Ro+m16,19 Τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.

πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ καλεῖ τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ ὃν ῥίζαν ὀνομάζει· τὸν δὲ ἐγκεντρισμόν φησι παρέχειν ζωήν. Ro+m11,28-29 Πλὴν ἐλλειπῶς εἴρηται, διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ θεοῦ ἐλέγχονται εἶναι οἱ Ἰουδαῖοι, ἐπειδὴ ὑμεῖς μὲν οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε, οἱ δὲ ὀφείλοντες πρὸ πάντων πιστεῦσαι ἐπωρώθησαν τὴν καρδίαν καὶ κατὰ μὲν τοῦτον τὸν λόγον ἐχθροί εἰσι τοῦ θεοῦ, ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας, ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν, καὶ ἀγαπητοὺς ἡγήσεται πιστεύσαντας καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι. Ro+m12,2 Ἡ παροῦσα τοῦ κόσμου κατάστασις εἰς τρυφὰς καὶ ἡδονὰς προτρέπεται τὸν ἄνθρωπον, ὅπερ ἐάν τις ἀρνήσηται σχῆμα, καὶ εἰς παρηλλαγμένην ἑαυτὸν καὶ ξένην πολιτείαν μεταστήσει. ὡς καινὸς ἄνθρωπος γεγονὼς ἐξ ἄλλου εἰς ἄλλον μεταμορφοῦται. Ro+m12,4-8 Προειρηκὼς ὅτι ὁ θεὸς μετρεῖ τὸ μέτρον τῆς πίστεως, τῷ ἑπομένῳ ὑποδείγματι καὶ ἀπολογεῖται ὑπὲρ τοῦ διδόντος καὶ μὴ λυπεῖσθαι πείθει, εἴ τις ἔλαττον ἔχοι τὸ χάρισμα. οἷον γὰρ ἂν ἦεν σώματι εὐτελὲς μέρος, χρήσιμόν ἐστι παντί, καὶ τὸ μέγα καὶ τὸ μικρὸν εἰς ἓν ἀπαρτίζεται σῶμα· ἐπαγωγὴ γάρ ἐστι τοῦ πρὸ τούτου ὅτι ἀλλήλων ἐσμὲν μέλη. τὸ ἔχοντες χαρίσματα διάφορα ἀντὶ τοῦ ἔχοντος μέντοι χαρίσματα διάφορα. ὁ μεταδιδοὺς ἐν ἁπλότητι, τοῦτ' ἔστιν ὅ φησιν ὁ κύριος· παντὶ τῷ αἰτοῦντί σε δίδου, μὴ ζητῶν εἴτε καλὸν εἴτε κακὸν καὶ τίνι δίδως, ἐπεὶ ἡ ἀκρίβεια αὕτη πολλάκις οἷς χρὴ δοθῆναι κωλύει ἡμᾶς διδόναι, τῆς ὑποψίας ἐν ἡμῖν σφαλλομένης πολλάκις. 224 Ro+m13,1 Ἄξιον τοῖς βασιλεῦσιν ὑποτάσσεσθαι προσκαρτεροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως τοῦ θεοῦ, εἰ μήπου ὑπόθεσίς ἐστι διωγμῶν ἐν μέσῳ· περὶ γὰρ τοῦ διὰ τὴν πίστιν ὑπομένειν πάντα προλαβὼν ἐδίδαξεν εἰπών· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς. ὁ γὰρ μήτε ἀγγέλοις μήτε ἀρχαῖς ὑποτάσσεσθαι πρὸς παρανομίαν συγχωρῶν, πῶς ἐν ταῖς ἀνθρωπίναις ἐξουσίαις ὑπακούειν παραινοίη βιαζομέναις ἀποστῆσαι θεοῦ. ἀλλ' ἴσως ἂν εἴποι τις· εἰ ὑπὸ θεοῦ βασιλεῖαι καθίστανται, πῶς ἐνίοτε καὶ κατὰ θεοσεβῶν στρατεύονται; πρὸς οὓς ῥητέον ὅτι, εἰ καὶ βαρυτάτη δοκεῖ τοῖς πολλοῖς ἡ τῶν διωγμῶν ὑπόθεσις, ἀλλ' ὅσον αὐτοῖς τὸ χρήσιμον διαλογιστέον· οὐ γὰρ ἁπλῶς τὰ τοιαῦτα συγχωρεῖ ὁ θεός, ἀλλ' ἵνα καὶ τῶν δικαίων ἀρεταὶ λάμψωσι καὶ τῶν κρατούντων κακίαι δειχθῶσιν. τὸ δὲ μέγιστον, τότε καὶ οἱ ὑποκρινόμενοι τῆς εὐσεβείας τὸ σχῆμα δυσσεβεῖς ὄντες ἐλέγχονται, καὶ οἱ γνήσιοι τῆς εὐσεβείας ἐρασταί, ὥσπερ ὕλην εὑρόντες εὐδοκιμήσεως τὸν τῶν διωγμῶν καιρόν, δείξουσι τῆς ἐναρέτου ἀθλήσεως τὸν καρπόν. οὕτω γοῦν καὶ πρὸς τὸν Ἰὼβ ὁ θεὸς ἔφη· οἴει γάρ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος. Ro+m13,9 Τοιαύτη τοίνυν οὖσα τις ἡ ἀγάπη, εἰκότως πολλὰ φέρει ἐν ἑαυτῇ τὰ πλεονεκτήματα· ὁ γὰρ ἀγαπῶν οὐ μοιχεύει, οὐ φονεύει, οὐχ ἕτερόν τι τῶν ἀπηγορευμένων ποιεῖ, ὥστε ὁ ἔχων ἀγάπην οὕτως ἀθρόως διὰ τῆς ἀγάπης τὸν νόμον ἐπλήρωσεν. Ro+m13,11 Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον, εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα. νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ' ἔστι νῦν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, ἀλλὰ νῦν ἀκριβῶς ἔγνωμεν. Ro+m14,4 Ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον; 225 Ro+m14,14 ∆ι' αὐτοῦ, τοῦτ' ἔστι τοῦ θεοῦ. Ro+m15, Οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ' ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν.