Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1,1 Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰ

 ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξ

 θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. Ro+m5,19 Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς-οὐ γὰρ πάντες ἥμα

 ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων

 πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ

 Ro+m16,19 Τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.

ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Ro+m8,19 Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται ἀπὸ τοῦ τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον. 221 Ro+m8,29 Ἢ τῆς εἰκόνος τοῦ υἱοῦ, ἀντὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ ὁ υἱὸς τοῦ πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ πνεῦμα τοῦ υἱοῦ. ὅσοι οὖν πνεύματος ἁγίου ἀξιωθέντες πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοί εἰσι τοῦ πνεύματος, ὅ ἐστιν εἰκὼν τοῦ υἱοῦ. Ro+m8,34 ∆ιὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην ἣν ἔχει περὶ ἡμᾶς· οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ πρεσβεύει τὸν πατέρα ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν πατέρα λέγων, θέλω ἵνα ὅπου ἐγώ εἰμι καὶ αὐτοὶ ὦσιν· πρὶν τούτου ἐντυγχάνει ὁ σωτήρ. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν πατέρα τὰ καθ' ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ πατὴρ βούλεται καὶ ὁ υἱός. τί οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος, διδάσκων ὡς, εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ' οὐχὶ μία ὑπόστασις· διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται· οὐκ ἄτοπον γὰρ τὸν μὲν υἱὸν αἰτεῖν, τὸν δὲ πατέρα χαρίζεσθαι, ὅπως ἂν ἁρμόζουσα τάξις ἐπ' ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἢ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ πατρὸς τὴν γνώμην φθάνειν τὸν υἱὸν τοῦ πατρὸς τὴν δωρεάν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ πατρός, ἵνα δι' ὅλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ' ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ πατρὸς καὶ υἱοῦ ἀσύγχυτον τάξιν· ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος. Ro+m8,37 Λαμπρῶς δείξας τὴν τοῦ θεοῦ περὶ ἡμᾶς διάθεσιν καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας, ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ. 222 Ro+m9,20-21 Τινὲς νομίζουσι λύσιν εἶναι τοῦτο, μάλιστα Ἀστέριος ὁ Καππαδόκης οὕτω νοῶν· σὺ ὁ ἀντιλέγων μοι, πῶς ἀντιλέγεις; οὐχὶ ἀπ' ἐξουσίας τῆς κατὰ τὴν γνώμην; οὐχὶ ἀνταποκρίνῃ τῷ θεῷ, δεῖξαι θέλων ὅτι οὐκ ἀναγκάζει θεὸς καὶ δικαίους ποιεῖ; μένει γὰρ ἡ ἐξουσία τοῖς ἀνθρώποις. οὐκ ἔχει δὲ λόγον ἡ τοιάδε διάνοια, ἐπάγει γάρ· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; τοῦτο δὲ οὐκ ἔστι δεικνύντος ὅτι ἐν ἐξουσίᾳ ἐσμέν, ἀλλὰ καὶ τὸ ἐναντίον. τίς οὖν ἡ ἔννοια; ἐκ περιουσίας εἴρηται τοῦτο, οὐχὶ λύσις τέθειται. τί δέ ἐστι τὸ ἐκ περιουσίας; ἀλλὰ μάλιστα μὲν σὺ τίς εἶ; θῶμεν γὰρ μηδὲ ἔχειν ἡμᾶς γνώμην, μηδὲ εἶναι αὐτεξουσίους, ἐξουσίαν οὐκ εἶχεν ὁ θεὸς ὡς ἤθελεν; ἀλλὰ κεραμεὺς μὲν πλάττει τὰ μὲν εἰς τιμὴν τὰ δὲ εἰς ἀτιμίαν, ὁ δὲ θεὸς οὐκ ἔχει τὴν ἐξουσίαν ἣν ἔχει ὁ κεραμεύς, ὥστε τιμᾶν οὓς θέλει καὶ κολάζειν οὓς βούλεται; τοῦτο ἐκ περιουσίας εἰπὼν λοιπὸν ποιεῖται τὴν λύσιν. Ro+m9,22 Ἔνδειξιν ὀργῆς λέγει, ἣν μακροθυμῶν τοῖς ἀνθρώποις διὰ τοῦ αὐτεξουσίου συγχωρεῖ πράττειν ἃ βούλονται· σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν λέγει τοὺς ἀνθρώπους τοὺς ὑπὸ τὸν ὅρον τοῦ θανάτου ὄντας. Τινές γε μὴν ἕτεροι εἰς τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς, τὸ τί οἶδας; ἀπέδωκαν, ἔξωθεν ἐλλειπῶς νοούμενον. καὶ τὸ ἐν πολλῇ μακροθυμίᾳ ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν ἐπήνεγκε τὴν ὀργήν. Ro+m10,4 Οὐχ ὡς μέρος νόμου Χριστός, ἀλλ' ὡς ἑτέρας ζωῆς ἀρχή. τέλος οὖν νόμου εἴρηται, ὡς τέλος γεγονὼς τοῦ νόμου, τοῦτ' ἔστι παύσας αὐτόν. διὰ δύο οὖν τέλος νόμου, ὅτι τε ἐχρήσατο αὐτῷ καὶ ὅτι ἔπαυσεν αὐτόν. τὸ δὲ παντὶ τῷ πιστεύοντι, ἀντὶ τοῦ οὐ μόνον Ἰουδαίῳ ἀλλὰ καὶ Ἕλληνι, οὐκ, ἐπειδὴ τέλος νόμου ἤδη μόνῳ Ἰουδαίῳ. 223 Ro+m11,24 Καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς παρέστησεν ὅτι μία μὲν φύσις