Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1,1 Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰ

 ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξ

 θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. Ro+m5,19 Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς-οὐ γὰρ πάντες ἥμα

 ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων

 πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ

 Ro+m16,19 Τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.

ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξεν ὅτι νῦν οὔτε κολάσεως οὔτε ὀργῆς οὔτε δικαιοκρισίας θεοῦ καιρός. Ro+m2,8-9 Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον· ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα μέν, νικώμενον δέ· τὸ δὲ κατεργάζεσθαι τῆς μετ' ἐπιμελείας ἐργασίας ἐστὶ τοῦ κακοῦ. Ro+m2,10 Ἐπὶ μὲν τοῦ κακοῦ τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ' ἐπὶ τῶν κατεργαζομένων, ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον 216 ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι' ἑκατέρων τοῦ θεοῦ τὸ ἀγαθὸν δειχθῇ· καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους ἀλλὰ τοὺς κατεργαζομένους, καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Καλῶς δὲ ἐνταῦθα Ἰουδαῖον πρῶτόν φησι, δεύτερον δὲ Ἕλληνα· οἱ γὰρ πλησιέστεροι τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀξιοῦνται. Ro+m3,9 Τί οὖν κατέχομεν περισσόν; προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς. ἐλλειπῶς εἴρηται· τῷ γὰρ τί οὖν κατέχομεν περισσόν ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην, ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει· δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. τί οὖν κατέχομεν περισσὸν ἡμεῖς; τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας. πῶς δὲ προῃτιάσατο; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν, ἐν οἷς ἔφη· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν· Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον-δι' ὧν φησιν· ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;-δείξας καὶ ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησε, παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ εὐαγγελίου χάριν εἰσάγει καί φησιν· τί καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον; τὴν πίστιν, τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν. Ro+m3,23 Οὐδαμοῦ δέ φησιν ὅτι πάντες ἠσέβησαν, ἀλλ' ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν, οὐ τὸ τῆς ἀσεβείας. ὁ δὲ ὑστερούμενος, ἔχων τι τὸ 217 ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον, ὑστέρει δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις. Ro+m3,25 Ἠνέσχετο γὰρ ὁ θεός, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ἐπεξεληλύθει, πάντως ἂν ἀνεῖλεν· εἰ δὲ ἀνῄρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐκ ἀπαλλάξαι μόνον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν θεὸν λέγομεν ἤτοι ἀνταποδιδόντα ἢ τὴν δικαιοσύνην χαριζόμενον. ᾧ οὖν ἐγὼ δικαιοῦμαι, θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ' ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. Ro+m4,11 Ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας, ὥστε σημεῖον εἷναι πίστεως καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος· ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης τοῦ Ἀβραάμ. Ro+m4,13 Κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαί φησιν, ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, τὸν σύμπαντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα, καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια. Ro+m4,17 Κατέναντι οὗ ἐπίστευσεν· ἀντὶ τοῦ ἐνώπιον προσώπου οὗ ἐπίστευσε θεοῦ. 218 Ro+m4,18 Παρ' ἐλπίδα τῆς οἰκείας φύσεως, ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως. τὸ δὲ οὕτως ἔσται τὸ σπέρμα σου οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι. Ro+m4, Εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς καὶ πόνῳ κατορθουμένην τὴν πίστιν. πῶς δὲ ἐνεδυναμώθη; δοὺς δόξαν, φησί, τῷ θεῷ, τοῦτ' ἔστιν οὐ περιεργασάμενος πῶς ἐγχωρεῖ τοῦτο γενέσθαι, ἀλλ' εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν