1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός· ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ ποιήματι. {Ὠριγένους.} Ἐν τόπῳ μὲν οὖν κρίσεώς φησιν εἶναι τὸν ἀσεβῆ, οὐκ ἔτι δὲ καὶ τὸν δίκαιον. Ἀκόλουθον δὲ τῷ τοῦ δικαίου ἀντιτάξαι τόπῳ τὸν τοῦ ἀδίκου, εἰ μὴ τὸν τῆς κρίσεως· τὸ δὲ σὺν ἐν τόπῳ παραλαμβανόμενον παρίστησιν ὅτι οὐ καθ' ἕνα κρινόμεθα, ἀλλ' ὑφ' ἕνα καιρὸν πάντες. 3.18 Ἐκεῖ εἶπον ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσί. {∆ιδύμου.} Τουτέστιν· εἰ περὶ λαλιᾶς μέλλει κρίνειν ὁ θεὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων, παντὸς ἀργοῦ ῥήματος ἀπαιτῶν λόγον, πῶς οὐχ οἱ μὲν εὐσεβεῖς ἄξιοι κριθέντες τῆς ὄψεως τοῦ δικάζοντος στήσονται μετὰ παρρησίας, οἱ δὲ ἀσεβεῖς διακριθέντες καὶ χωρισθέντες αὐτῶν κτήνη λογισθήσονται, τὴν ἐκείνων ἄλογον μιμησάμενοι διαγωγήν, καὶ οὔτε εἰς κρίσιν ἐλευσόμενοι, κατὰ τὸν ∆αβίδ; 3.2021 Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· καὶ τίς εἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; {∆ιδύμου.} Εἰ μὲν ἐξ οἰκείου προσώπου τοῦτο ὁ σοφὸς λέγει, οὕτως ἂν λέγοι· τίς οἶδεν εἰ ὁ κτηνώδης ὑψωθήσεται, ὡς τὰ ἔθνη καὶ ὁ λῃστής, καὶ οἱ ἄνθρωποι ταπεινωθήσονται, ὡς ὁ Ἰσραὴλ καὶ οἱ Ἰουδαῖοι; Οὐκ ἀμφιβάλλων δὲ ταῦτα λέγει, μακαρίζων δὲ τὸν εἰδότα τοῦτο ἀξίως πολιτευόμενον. Εἰ γὰρ καὶ πρὸς τὴν γῆν ὁμοίως ἡ σὰρξ ἡμῶν ἐπιστρέφει, ἀλλ' ὅμως τὸ μὲν τῶν κτηνῶν πνεῦμα μετὰ τῆς σαρκὸς ἀναλύεται, τὸ δὲ τῶν ἀνθρώπων πρὸς τὸν αὐτὸ δεδωκότα χωρεῖ. Ὁ τοίνυν εἰδὼς ὅτι αὐτὸς ἐνέπνευσεν αὐτό, πάντως πολιτεύεται ἀξίως. 3.22 Καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήματι αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν; {Νείλου.} Ἀγαθὸν οὖν, φησίν, οὐ πλούτου συλλογὴ οὐδὲ σώματος ἰσχὺς οὐδὲ κάλλους ὥρα, ἀλλ' ὅπερ εὐφρανθῇ ἄνθρωπος ἐν τῷ ποιήματι αὐτοῦ, τὴν εὐφροσύνην παρέχων αὐτῷ τὴν αἰώνιον. Εἰ δὲ οὐδεὶς ἡμᾶς ἄξει θεάσασθαι τὰ μεθ' ἡμᾶς γενόμενα, πῶς τὸν ἡμέτερον κόπον περὶ τῶν ἐνταλθέντων μεθοδεῦσαι δυνάμεθα; Οὐδὲ γὰρ ἴσμεν τί τέξεται ἡ ἐπιοῦσα. 4.1 Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν. {σξηολια αυξτορις νομινε ξαρεντ} Ἐπέστρεψα, φησί, πόθεν ἐκ τῆς βιωτικῆς ἀχλύος πολλαὶ καὶ διάφοραι συκοφαντίαι γίνονται· καὶ οἱ μὲν διὰ φθόνον, οἱ δὲ διὰ πλεονεξίαν, οἱ δὲ διὰ φιλοπρωτείαν συκοφαντεῖν εἰώθασι. Καὶ ἰδού, φησί, δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν. Καὶ μήν εἰσιν οἱ τῷ λόγῳ παρακαλοῦντες πολλοί, ἀλλὰ τοῖς ἔργοις οὐδείς. Τίς γὰρ χωρὶς ὑποστολῆς τὸν συκοφάντην ἤλεγξεν; Οὐ γὰρ πρὸς τὸν συκοφαντούμενον τὸν ἀγῶνα μεριζόμεθα, οὐ κοινωνοῦμεν αὐτοῦ δεσμῶν ἢ φυλακῆς, ἀλλ' οὐδὲ χρήμασιν αὐτὸν τοῖς ἡμετέροις λυτρούμεθα. Καὶ ἀπὸ χειρὸς συκοφαντούντων ἰσχύς, ἀπό τε ἀξιωμάτων καὶ γένους καὶ πλούτου, καὶ διὰ τὸ μὴ εἶναι τὸν ἐπαμύνοντα πλεονάζει τοῖς ἀσθενέσι τὸ δάκρυον. 4.23 Καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ εἶδε σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. {σξηολια αυξτορις νομινε ξαρεντ} Θάνατον οὐ τὸν κοινὸν τοῦτον λέγει, ἀλλ' ἕτερον, ὃν οἱ ἀποθνῄσκοντες ἐν ἐπαίνῳ πολλῷ εἰσιν, ὡς εὑρόντες τὸν εἰς ζωὴν ἀνακαινίζοντα θάνατον. Οὐ τοίνυν φησὶ "ἐμακάρισα", ἀλλ' "ἐπῄνεσα"· ἔπαινος δὲ κυρίως ἐπὶ τῶν ζώντων ἐστίν. Καὶ τίνας ἐπῄνεσα; Τοὺς τεθνηκότας τῇ ἁμαρτίᾳ, τοὺς ἐσταυρωμένους τῷ κόσμῳ, τοὺς μηδὲν τιθεμένους τὸν ἀνθρώπινον βίον, ἐπειδὴ οὔτε συκοφαντοῦσιν οὔτε συκοφαντοῦνται. Τῷ γὰρ κρινομένῳ περὶ χιτῶνος ἀφιᾶσι