1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

φίλον λυποῦντας δοκοῦντι χαριεντισμῷ, ἢ τῶν μυστικῶν ἀνάξιον λόγων σκανδαλίζοντας, τούτους εὐθὺς πρὸς ἑαυτὸν συναγαγέτω σπουδαίως, τοὺς ἀπερισκέπτως ἀποβληθέντας ἀνακαλούμενος λόγους. 3.6 Καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. {∆ιονυσίου.} Καιρὸς τοῦ φυλάξαι τὴν γραφὴν ἐπὶ τοῖς ἀναξίοις, ἐκβαλεῖν δὲ τοῖς ἀξίοις. Ἢ καὶ τὸ νομικὸν γράμμα πρὸ τῆς ἐπιδημίας καιρὸς ὑπῆρχε φυλάττεσθαι, ἐκβληθῆναι δὲ ἡνίκα ἤνθησεν ἡ ἀλήθεια. 3.7 Καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι. {Ὠριγένους.} Εἰρηνεῦσαι τοὺς μαχομένους, ὅ ἐστι ῥάψαι· ῥῆξαι δέ, ὅταν ἐξάρωμεν τὸν πονηρόν. Καὶ ἕκαστος δὲ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, ῥήξας ἀπὸ νομικῆς ἢ προφητικῆς φωνῆς, ἔρραψεν ἐπὶ ἀποστολικὴν καὶ εὐαγγε λικὴν φωνήν, οὐ παλαιῷ προσράψας καινόν· πάντα γὰρ πνευματικά. Καὶ αἱρέσεως δὲ ἀποσχιζόμενοι, τῇ ἐκκλησίᾳ προσραπτόμεθα. Καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν. {∆ιονυσίου.} Καιρὸς τοῦ λαλεῖν, ὅταν ὦσιν οἱ τὸν λόγον δεχόμενοι ἀκροαταί· τοῦ δὲ σιγᾶν, ἡνίκα διαστρέφουσι τὸν λόγον οἱ ἀκροώμενοι, ὥς φησι Παῦλος· αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. 3.8 Καιρὸς τοῦ μισῆσαι καὶ καιρὸς τοῦ φιλῆσαι. {Τοῦ Νύσσης.} Ἀγαπητὸν κυρίως τὸ ἀγαθόν· ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἰσχύος καὶ δυνάμεως. Ἓν δὲ τῇ ἀληθείᾳ μισητόν, ὁ τῆς κακίας εὑρετής. 3.10-11 Εἶδον οὖν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. Τὰ σύμπαντα ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλουσ. {∆ιονυσίου.} Καὶ τοῦτο ἀληθές ἐστιν. Οὐδεὶς γὰρ τὰ ἔργα τοῦ θεοῦ ὁλοκλήρως καταλαβεῖν δύναται. Ποίημα δὲ τοῦ θεοῦ ὁ κόσμος. Τούτου οὐδεὶς εὑρεῖν τὸ ἀπ' ἀρχῆς καὶ μέχρι τέλους, τουτέστι τὸν τεταγμένον αὐτῷ χρόνον καὶ τὴν ὁρισθεῖσαν ἐπ' αὐτῷ προθεσμίαν, δύναται. Ἐπειδήπερ ἄγνοιαν ὁ θεὸς σύμπαντα τὸν αἰῶνα ἐν ταῖς καρδίαις ἡμῶν ἔδωκεν, ὥς φησί τις· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Οὕτω πρὸς τὸ συμφέρον ἡμῖν τὸ τέλος τοῦ αἰῶνος τούτου, δηλαδὴ τῆς παρούσης ζωῆς, ἠγνόηται. 3.12-13 Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστι. {σξηολια αυξτορις νομινε ξαρεντ} Οὐ τὴν μονοφαγίαν καὶ κραιπάλην εἶπεν ἀγαθὴν εὐφροσύνην, ἀλλὰ τὴν μετὰ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τότε γὰρ ὄντως εὐφροσύνη καὶ δόμα θεοῦ ἡ ἀπόλαυσις γίνεται, ὅταν ταῖς τῶν πενήτων παραμυθίαις ἐντρυφῶσα ἡ ψυχὴ τὴν ἐκ τῆς ἀνταποδόσεως ἑορτάζει εὐφροσύνην. 3.14 Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν αὐτὰ ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. {∆ιδύμου.} Περὶ τῶν ὁρατῶν ὁ λόγος κτισμάτων. Τὰ μὲν γὰρ ἀδιάδοχα, τὰ δὲ τῇ διαδοχῇ μέχρι τέλους παραμένει, μήτε προσθήκης δεόμενα μήτε τῆς κατ' ἔννοιαν, ὡς περιττά, τινὸς ἀφαιρέσεως. Οἱ δὲ τὸν λόγον αὐτὸν ὡς οἷόν τε διὰ θεωρίας εὑρίσκοντες ἐκπλήττονται τοῦ δημιουργοῦ τὴν σοφίαν. Ἔμφυτον γὰρ ἡμῖν ὁ θεὸς τὸν διὰ τῆς τούτων εὐαρμοστίας φόβον ἐνέβαλεν, ἀναλογιζομένοις τὸν ποιητήν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν· ἵνα φοβηθῶσι "τὸν θεόν", ἀλλά· "τὸ πρόσωπον αὐτοῦ". Πρόσωπον γὰρ κυρίου ἐπὶ ποιοῦντας κακά, πρόσωπον δὲ θεοῦ προηγουμένως ὁ υἱός, κατὰ τὸ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. 3.15 Τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γενέσθαι ἤδη γέγονε, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. {∆ιδύμου.} Εἴ τι γέγονε, φησί, νῦν ἔστι, καὶ ὅσα μέλλει γίνεσθαι ἤδη γέγονε παρὰ τῷ θεῷ. Ὁ γὰρ ἀρχιτέκτων τῆς μεγάλης ταύτης καλλιπόλεως οὐδὲν ἔχει ἀτελές· κἂν γὰρ καθ' ἑκάστην ποιῇ, ἀλλ' οὐδὲν καινὸν ἢ πρόσφατον ὑπὸ τὸν ἥλιον. Ἐκδικεῖ δὲ ὁ θεὸς τὸν διωκόμενον, εἴτε ὑπὸ ἀνθρώπων εἴτε ὑπὸ ἁμαρτίας καὶ τῶν ταύτην ἐνεργούντων δαιμόνων. 3.1617 Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς