1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἐστι, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καί γε τοῦτο ματαιότης ἐστί. {σξηολια αυξτορις νομινε ξαρεντ} Τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦ βίου τὴν ψυχὴν ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωή, οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη ὅσον ἀλγυνομένη τοῖς λείπουσιν, καὶ τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον ταῖς τοῦ κέρδους φροντίσι. Ματαία οὖν ἡ σπουδὴ τοῦ πρὸς ταῦτα βλέποντος. 2.2425 Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπου, εἰ μὴ ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς θεοῦ ἐστιν· ὅτι τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ; {∆ιονυσίου.} Ὅτι μὴ περὶ αἰσθητῶν βρωμάτων ὁ λόγος νῦν, αὐτὸς ἐποίσει· ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον πότου, καὶ ἃ τοῖσδε νῦν ἐπήγαγε· καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καίτοι οὐκ ἀγαθὸν τῇ ψυχῇ αἰσθητὸν βρῶμα ἢ πόμα· ἡ γὰρ σὰρξ προστρεφομένη πολεμεῖ τῇ ψυχῇ καὶ στασιάζει κατὰ τοῦ πνεύματος. Πῶς δὲ καὶ οὐ πάρεξ θεοῦ ἀσωτία βρωμάτων καὶ μέθη; Οὐκοῦν περὶ μυστικῶν φησι· πνευματικῆς γὰρ τραπέζης οὐδεὶς μεταλήψεται, μὴ παρ' αὐτοῦ κεκλημένος καὶ τῆς σοφίας ἀκούσας· ἐλθὲ καὶ φάγε. 2.26 Τί τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ; Ἐν προσώπῳ αὐτοῦ ἔδωκε γνῶσιν καὶ σοφίαν καὶ ἐπιστήμην καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ. Ὅτι τοῦτο καί γε ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Εὐαγρίου.} Σημείωσαι ὅτι ὁ φαῦλος σοφίαν οὐ λαμβάνει· ᾧ συνάψεις τὰ ἐν Ἡσαΐᾳ πρὸς τοὺς οἰήσει σοφούς· μὴ εἴπῃς· ναί, γινώσκω αὐτά. ∆ιαφορὰ δὲ σοφίας καὶ γνώσεως αὕτη· ὅτι τὸ μὲν καταλειφθῆναι τὰ ἀληθῆ γνώσεως ἴδιον, τὸ δὲ καὶ κατασκευασθῆναι σοφίας. Ἔτι δὲ διδασκόμεθα ὅτι πρῶτον δεῖ τὰ ἤθη κατορθῶσαι. 3.2 Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. {Τοῦ Νύσσης.} Καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην συζυγίαν τῷ λόγῳ συνέταξε, συνάπτων τῇ γεννήσει τὸν θάνατον· ἕπεται γὰρ κατ' ἀνάγκην τῷ τόκῳ ὁ θάνατος, ἵνα, διὰ τοῦ συνημμένως δειχθῆναι οἱονεὶ κέντρῳ τινί, τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν διυπνίσει, καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσει. Ἦλθε γὰρ ὁ καιρὸς καὶ ἐτέχθη, ἥξει ὁ καιρός, ἐν ᾗ ὥρᾳ οὐ γινώσκει, καὶ τεθνήξεται. Καὶ Μωσῆς ὁ μέγας τῷ τῆς Γενέσεως βιβλίῳ τὸ τῆς Ἐξόδου συνέζευξεν. Καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. {Τοῦ αὐτοῦ.} ∆εῖ γὰρ ἐκτίλλειν τὰ τοῦ ἐπισπορέως ζιζάνια καὶ καταφυτεῦσαι τὰ τοῦ λόγου σπέρματα τὰ γνησιώτατα, ἐκκόπτειν τὴν κακίαν καὶ καταφυτεύειν τὴν ἀρετήν. 3.3 Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι. {∆ιονυσίου.} Ἀποκτεῖναι τὸν ἀσύγγνωστα πταίοντα, ἰάσασθαι τὸν ἔχοντα πληγὴν ἀνεξομένην φάρμακον ἐπιδέξασθαι. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν. {Ὠριγένους.} Τὴν μοχθηρὰν οἰκοδομὴν καθελεῖν, ἀνοικοδομῆσαι καὶ τὴν βελτίονα. 3.4 Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. {∆ιονυσίου.} Καιρὸς τοῦ κλαῦσαι, ὅτε ὁ καιρὸς τοῦ πάθους, λέγοντος τοῦ κυρίου· ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε. Γελάσαι δὲ περὶ τῆς ἀναστάσεως· ἡ γὰρ λύπη ὑμῶν, φησίν, εἰς χαρὰν γενήσεται. Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι. {∆ιονυσίου.} Ὅταν λογίσηταί τις τὸν θάνατον ὅνπερ ἡ τοῦ Ἀδὰμ παράβασις ἐπήνεγκε, κόψασθαι· πανηγυρίσαι δέ, ὅταν εἰς νοῦν λάβωμεν ἣν προσδοκῶμεν διὰ τὸν νέον Ἀδὰμ ἐκ νεκρῶν ἀνάστασιν. 3.5 Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθουσ. {Τοῦ Νείλου.} Τάχα δι' αἰνίγματος τοὺς ἀκαίρως βληθέντας λόγους, εἴτε δογματικοὺς εἰς ἀναξίους ἀκοάς, εἴτε καὶ διαφόρους λυπηροὺς ἐσομένους τοῖς ἀκούουσι, λίθους ὀνομάζει. Εἰ καί ποτε οὖν τοὺς τοιούτους προχείρως τις ὡς λίθους βάλλει λόγους, ἢ τὸν ἄφρονα διὰ τῶν ἀκαίρων ἐπαίνων εἰς οἴησιν ἐπιτρίβοντας, ἢ